ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6

6
Jesus warns against religious ostentation
1»Προσέχετε#προσεχετε f35 B,D,W [96%] RP,HF,OC,CP,TR ¦ 1 δε ℵ [4%] [NU] τὴν ἐλεημοσύνην#ελεημοσυνην f35 W [99%] RP,HF,OC,CP,TR ¦ δικαιοσυνην ℵB,D [1%] NU ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς. Εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. 2Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. 3Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, 4ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ αὐτὸς#αυτος f35 D,W (75.2%) RP,HF,CP,TR ¦ --- ℵB (24.1%) OC,NU ¦ long omissions (0.7%) ἀποδώσει σοι ἐν τῷ φανερῷ.#εν τω φανερω f35 W (93.7%) RP,HF,OC,CP,TR ¦ --- ℵB,D (5.7%) NU ¦ long omissions (0.7%) 5Καὶ ὅταν προσεύχῃ,#προσευχη f35 ℵD,W [98.5%] RP,HF,OC,CP,TR ¦ προσευχησθε B [1.5%] NU οὐκ ἔσῃ#εση f35 D,W [98.5%] RP,HF,OC,CP,TR ¦ εσεσθε ℵB [1.5%] NU ὥσπερ#ωσπερ f35 W [99%] RP,HF,OC,CP,TR ¦ ως ℵB,D [1%] NU οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ἂν#αν f35 W [90%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [10%] NU φανῶσιν τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν ὅτι#οτι f35 W [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [3%] NU ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. 6Σὺ δέ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν#ταμειον f35 B [30%] NU [ταμιον ℵD,W] ¦ ταμιειον [70%] RP,HF,OC,CP,TR σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.#εν τω φανερω f35 W (97.2%) RP,HF,OC,CP,TR ¦ --- ℵB,D (1.9%) NU ¦ long omissions (0.9%)
How to pray
7»Προσευχόμενοι δὲ μὴ βαττολογήσητε#βαττολογησητε f35 [99%] RP,HF,OC,CP,TR ¦ βατταλογησητε ℵB,NU ¦ βλαττολογησηται D ¦ βατταλογειται W [0.5%] ¦ two other spellings ὥσπερ οἱ ἐθνικοί· δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. 8Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, οἶδεν γὰρ ὁ Πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. 9Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· ‹Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· 10ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς#της f35 D [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,W [1%] NU γῆς. 11Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· 12καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν#αφιεμεν f35 [98%] RP,HF,OC,CP,TR ¦ αφηκαμεν ℵB [1%] NU ¦ αφιομεν D,W [1%] τοῖς ὀφειλέταις ἡμῶν. 13Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.›#οτι σου εστιν η βασιλεια και η δυναμις και η δοξα εις τους αιωνας αμην f35 W (97.6%—with variations) RP,HF,OC,TR ¦ 1-11 (1.1%) ¦ αμην (0.2%) ¦ --- ℵB,D (1.1%) (CP)NU 14Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. 15Ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν,#τα παραπτωματα αυτων f35 B,W (97.7%) RP,HF,OC,CP,TR ¦ 12 υμων (0.5%) ¦ --- ℵD (1.1%) NU ¦ long omission (0.5%) ¦ two other variants (0.2%) οὐδὲ ὁ Πατὴρ ὑμῶν#υμων rell ¦ 1 ο ουρανιος [5%] CP ἀφήσει τὰ παραπτώματα ὑμῶν.
How to fast
16»Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ#ωσπερ f35 W [98.5%] RP,HF,OC,CP,TR ¦ ως ℵB,D [1.5%] NU οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες. Ἀμὴν λέγω ὑμῖν ὅτι#οτι f35 W [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [3%] NU ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. 17Σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλήν, καὶ τὸ πρόσωπόν σου νίψαι, 18ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ·#κρυπτω f35 W [99%] RP,HF,OC,CP,TR ¦ κρυφαιω ℵB(D) [1%] NU (twice) καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.#σοι f35 ℵB,D,W [90%] RP,HF,CP,NU ¦ 1 εν τω φανερω [10%] OC,TR (OC in small print)
The right attitude toward material supply
19»Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν· 20θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· 21ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν#υμων f35 W [99%] RP,HF,OC,CP,TR ¦ σου ℵB [1%] NU (D missing) (twice) ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.
About world-view
22»Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ,#ο οφθαλμος σου απλους η f35 [99%] RP,HF,OC,CP,TR ¦ ∼ 51234 ℵB,W [1%] NU ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. 23Ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον.
“You cannot serve God and money”
24»Οὐδεὶς δύναται δυσὶν κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.#μαμωνα rell ¦ μαμμωνα [5%] TR 25Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε καὶ τί πίητε·#και τι πιητε f35 N [97%] RP,HF,OC,CP,TR ¦ η 23 B,W [2%] [NU] ¦ --- ℵ [1%] μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσεσθε.#ενδυσεσθε f35 [20%] ¦ ενδυσησθε ℵB,N,W [80%] RP,HF,OC,CP,TR,NU [The future indicative was unexpected.] Οὐχὶ ἡ ψυχὴ πλείων#πλειων f35 [20%] ¦ πλειον ℵB,N,W [80%] RP,HF,OC,CP,TR,NU [‘Life’ and ‘food’ are feminine, not neuter.] ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει·#αυξανει f35 N,W [99%] RP,HF,OC,CP,TR ¦ αυξανουσιν B [1%] NU ¦ ου ξενουσιν ℵ οὐ κοπιᾷ οὐδὲ νήθει,#ου κοπια ουδε νηθει f35 N,W [99%] RP,HF,OC,CP,TR ¦ 1 κοπιωσιν (κοπιουσιν B) 3 νηθουσιν (B) [1%] NU ¦ 3 νηθουσιν 3 κοπιωσιν ℵ 29λέγω δὲ ὑμῖν ὅτι οὐδὲ#ουδε rell ¦ 1 ο CP Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 31Μὴ οὖν μεριμνήσητε λέγοντες, ‹Τί φάγωμεν;› ἢ ‹Τί πίωμεν;› ἢ ‹Τί περιβαλώμεθα;› 32Πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ·#επιζητει f35 N,W [97%] RP,HF,OC,CP,TR ¦ επιζητουσιν ℵB [3%] NU οἶδεν γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ#του θεου f35 N,W (99%) RP,HF,OC,CP,TR[NU] ¦ των ουρανων (0.4%) ¦ αυτου (0.3%) ¦ --- ℵ(B) (0.2%) καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. 34Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει τὰ#τα f35 N [80%] RP,HF,OC,CP,TR ¦ --- ℵ(B)W [20%] NU ¦ long omission [0.5%] ¦ three other variants ἑαυτῆς. Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.

المحددات الحالية:

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6: F35

تمييز النص

شارك

نسخ

None

هل تريد حفظ أبرز أعمالك على جميع أجهزتك؟ قم بالتسجيل أو تسجيل الدخول