ΚΑΤΑ ΛΟΥΚΑΝ 3
3
Enter John the baptizer—26 AD
1Ἐν ἔτει δὲ#δε rell ¦ --- [12%] πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας καὶ τετραρχοῦντος#τετραρχουντος f35 B,D,N,W [99.8%] CP,HF,RP,TR,OC ¦ τετρααρχουντος ℵA,C,NU τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος#τετραρχουντος f35 A,B,D,N,W [99.9%] CP,HF,RP,TR,OC ¦ τετρααρχουντος ℵC,NU τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος,#τετραρχουντος f35 A,B,D,N,W [99.9%] CP,HF,RP,TR,OC ¦ τετρααρχουντος ℵC,NU 2ἐπὶ ἀρχιερέως#επι αρχιερεως f35 ℵA,B,C,D,N,W [96.5%] CP,HF,RP,NU ¦ επ 2 [0.4%] OC ¦ 1 αρχιερεων [2.8%] ¦ επ αρχιερεων [0.3%] TR Ἄννα (καὶ Καϊάφα), ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν#τον f35 ℵA,B,C,D,N,W [82%] CP,HF,RP,OC,NU ¦ 1 του [18%] TR Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. 3Καὶ ἦλθεν εἰς πᾶσαν τὴν#την f35 ℵC,D [99.5%] CP,HF,RP,TR,OC[NU] ¦ --- A,B,N,W [0.5%] περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν· 4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου, λέγοντος·#λεγοντος f35 A,C,N [98.2%] CP,HF,RP,TR,OC ¦ --- ℵB,D,W [1.8%] NU «Φωνὴ βοῶντος· ‹Ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 5Πᾶσα φάραγξ#φαραγξ f35 ℵB,C,D,N,W [75%] CP,HF,RP,TR,OC,NU ¦ φαραξ A [25%] πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· 6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.› »
“Brood of vipers!”
7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾿ αὐτοῦ· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ‹Πατέρα ἔχομεν τὸν Ἁβραάμ›· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἁβραάμ. 9Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.»
“What shall we do?”
10Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, «Τί οὖν ποιήσομεν;»#ποιησομεν f35 [45%] CP,RP,TR,OC ¦ ποιησωμεν ℵA,B,C(D)N,W [55%] HF,NU (The indicative is correct; they are committing themselves to do what he says.) 11Ἀποκριθεὶς δὲ λέγει#λεγει f35 A,D [97.8%] CP,HF,RP,TR,OC ¦ ελεγεν 𝕻4ℵB,C,N [2.2%] NU ¦ ειπεν W αὐτοῖς, «Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.» 12Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι ὑπ᾿ αὐτοῦ#ὑπ αυτου f35 C [40%] CP ¦ --- 𝕻4ℵA,B,D,N,W [60%] HF,RP,TR,OC,NU καὶ εἶπον πρὸς αὐτόν, «Διδάσκαλε, τί ποιήσομεν;»#ποιησομεν f35 [43%] CP,RP,TR,OC ¦ ποιησωμεν 𝕻4ℵA,B,C(D)N,W [57%] HF,NU (The indicative continues to be correct.) 13Ὁ δὲ εἶπεν πρὸς αὐτούς, «Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.» 14Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, «Καὶ ἡμεῖς, τί ποιήσομεν;»#και ημεις τι ποιησομεν f35 A [45%] CP,RP,TR,OC ¦ 123 ποιησωμεν N [53.4%] HF ¦ ∼ 3 ποιησωμεν 12 𝕻4vℵB,C,W [1.6%] NU ¦ ∼ 3 ποιησωμεν D (Still indicative.) Καὶ εἶπεν πρὸς αὐτούς,#προς αυτους f35 ℵA,N,W [99.1%] CP,HF,RP,TR,OC ¦ αυτοις 𝕻4B,C,D [0.9%] NU «Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε,#διασεισητε μηδε συκοφαντησητε rell ¦ ∼ 321 OC καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.»
“A greater One is coming”
15Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός, 16ἀπεκρίνατο ὁ Ἰωάννης ἅπασιν#απασιν f35 A,C [98.2%] CP,HF,RP,TR,OC ¦ πασιν 𝕻4ℵB,N,W [1.8%] NU ¦ --- D λέγων·#ο ιωαννης απασιν λεγων f35 A,C,N [91.3%] CP,HF,RP,TR,OC ¦ 234 [5.7%] ¦ 34 [0.4%] ¦ ∼ 1243 [1.6%] ¦ ∼ 4312 𝕻4ℵB,W [0.3%] NU ¦ ∼ 3124 [0.6%] ¦ ∼ 3412 [0.1%] ¦ --- D «Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· 17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ#και διακαθαριει f35 A,C,D,N,W [97.9%] CP,HF,RP,TR,OC ¦ διακαθαραι 𝕻4ℵB,NU ¦ 1 καθαριει [1.8%] ¦ one other reading τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει#συναξει f35 A,C(D)N,W [99.8%] CP,HF,RP,TR,OC ¦ συναγαγειν 𝕻4ℵB,NU τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.»
John is imprisoned—historical aside
18(Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τῷ λαῷ.#τω λαω f35 [15%] ¦ τον λαον rell [The verb ευαγγελιζω normally takes the dative, although the accusative does occur; evidently there is no difference in meaning.] 19Ὁ δὲ Ἡρῴδης ὁ τετράρχης#τετραρχης f35 A,B,D,N,W [99.8%] CP,HF,RP,TR,OC ¦ τετρααρχης ℵC,NU—ἐλεγχόμενος ὑπ᾿ αὐτοῦ περὶ Ἡρῳδιάδος, τῆς γυναικὸς#γυναικος f35 𝕻4,75vℵB,D,N [75%] CP,HF,RP,OC,NU ¦ 1 φιλιππου A,C,W [25%] TR τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης— 20προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν· καὶ#και f35 𝕻75vA,C,N,W [98.2%] CP,HF,RP,TR,OC[NU] ¦ --- ℵB,D [1.8%] κατέκλεισεν τὸν Ἰωάννην ἐν τῇ#τη f35 A,C,N,W [86%] CP,HF,RP,TR,OC ¦ --- 𝕻4ℵB,D [14%] NU φυλακῇ.)
Jesus is baptized
21Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν, καὶ Ἰησοῦ, βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανὸν 22καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει ὡσεὶ#ωσει f35 A,N [96.4%] CP,HF,RP,TR,OC ¦ ως 𝕻4ℵB,D,W [3.6%] NU περιστερὰν ἐπ᾿ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν,#λεγουσαν f35 A,N [99.2%] CP,HF,RP,TR,OC ¦ --- 𝕻4ℵB,D,W [0.8%] NU «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός· ἐν σοὶ εὐδόκησα.»#ευδοκησα f35 𝕻4ℵB,N [72%] CP,HF,RP,OC,NU ¦ ηυδοκησα A,W [28%] TR ¦ --- D
Mary’s genealogy
23(Καὶ αὐτὸς ἦν ὁ#ο f35 A,N [97%] CP,HF,RP,TR,OC ¦ --- 𝕻4ℵB,D,W [3%] NU Ἰησοῦς, ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος,#ωσει ετων τριακοντα αρχομενος f35 A(D)N [98.8%] CP,HF,RP,TR,OC ¦ ∼ 4123 𝕻4ℵB,W [1.2%] NU ὤν (ὡς ἐνομίζετο) υἱὸς#ως ενομιζετο υιος f35 A(D)N [98.7%] CP,HF,RP,TR,OC ¦ ∼ 312 𝕻4ℵB,W [1.3%] NU Ἰωσήφ, τοῦ Ἠλεί,#ἠλει f35 ℵA,B [60%] ¦ ἠλι 𝕻4N [40%] CP,TR,NU (ἡλι HF,RP,OC) [Codex W omits the whole genealogy, while codex D replaces it with Matthew’s.] 24τοῦ Ματθάν,#ματθαν f35 N [45%] CP,OC ¦ ματθατ A,B [52%] HF,RP,TR ¦ μαθθαθ 𝕻4(ℵ) [alone] ¦ ματθα [1.9%] ¦ ματταθ [0.9%] ¦ three other spellings [0.2%] ¦ μαθθατ [none!] NU (NU serves up a patchwork quilt.) τοῦ Λευΐ, τοῦ Μελχί,#μελχι f35 N [66%] CP,HF,RP,TR,OC,NU ¦ μελχει 𝕻4ℵA,B [33.4%] ¦ μελχη [0.6%] τοῦ Ἰαννᾶ,#ιαννα f35 A [87.9%] CP,HF,RP,TR ¦ ιανναι 𝕻4vℵB [1.2%] NU ¦ ιωαννα N [4.8%] OC ¦ ιανναν [1.4%] ¦ αννα [1.1%] ¦ ιωαννε [0.9%] ¦ nine other spellings [2.7%] τοῦ Ἰωσήφ, 25τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἐσλί,#εσλι f35 [64%] CP,HF,RP,TR,NU ¦ εσλει ℵA,B [28.1%] ¦ εσλιμ N [3.5%] OC ¦ εσλειμ [2.5%] ¦ four other spellings 𝕻4v [1.9%] τοῦ Ναγγαί, 26τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ Σεμεΐ,#σεμει f35 [51%] CP,RP,TR ¦ σεμεει A,N [45.4%] HF ¦ σαιμει [2.2%] ¦ σεμεειν 𝕻4ℵB [0.5%] ¦ σεμεη [0.7%] ¦ σεμευ OC ¦ two other spellings [0.2%] ¦ σεμειν [none!] NU (NU serves up another patchwork quilt.) τοῦ Ἰωσήφ,#ιωσηφ f35 A,N [94.2%] CP,HF,RP,TR ¦ ιωσηχ 𝕻4ℵB [5.7%] OC,NU ¦ two other spellings [0.1%] τοῦ Ἰούδα,#ιουδα f35 A,N [94.7%] CP,HF,RP,TR ¦ ιωδα 𝕻4ℵB [5%] OC,NU ¦ four other spellings [0.3%] 27τοῦ Ἰωαννάν,#ιωανναν f35 [49%] CP,OC ¦ ιωαννα [13%] TR ¦ ιωαναν 𝕻4A,B [18%] HF,RP,NU ¦ ιωναν ℵ [12%] ¦ ιωνναν [2%] ¦ ιαναν [3%] ¦ ιανναν [1.6%] ¦ four other spellings [1.4%] ¦ --- N (If we take the letters one by one, we get: ι=100%, ω=a. 94%, α=a. 87%, ν=100%, ν=a. 69%, α=100%, ν=a. 72%; the plurality variant wins all around.) τοῦ Ῥησᾶ, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί,#νηρι f35 N [65%] CP,HF,RP,TR,OC,NU ¦ νηρει 𝕻4ℵA,B [34%] ¦ six other spellings [1%] 28τοῦ Μελχί,#μελχι f35 N [65%] CP,HF,RP,TR,OC,NU ¦ μελχει 𝕻4ℵA,B [35%] τοῦ Ἀδδί,#αδδι f35 N [67.5%] CP,HF,RP,TR,OC,NU ¦ αδδει 𝕻4ℵA,B [30%] ¦ seven other spellings [2.5%] τοῦ Κωσάμ, τοῦ Ἐλμωδάμ,#ελμωδαμ f35 A [82%] CP,HF,RP,TR,OC ¦ ελμαδαμ ℵB,N [1%] NU ¦ ελμωδαν [7%] ¦ ελμωδαδ [5%] ¦ ελμασαμ 𝕻4 ¦ twelve other spellings [5%] τοῦ Ἤρ, 29τοῦ Ἰωσῆ,#ιωση f35 A,N [95.5%] CP,HF,RP,TR,OC ¦ ιησου 𝕻4ℵB [1.5%] NU ¦ six other spellings [3%] τοῦ Ἐλιέζερ, τοῦ Ἰωρείμ,#ιωρειμ A,B [72%] CP,HF,RP,TR,OC ¦ ιωριμ ℵN [12%] NU ¦ ιωρημ [10%] ¦ eight further spellings [6%] τοῦ Ματθάτ,#ματθατ f35 [76%] CP,HF,RP,TR,OC ¦ μαθθατ 𝕻4B [0.5%] NU ¦ ματταθ A [11%] ¦ μαθθαθ ℵ ¦ ματθαν N [6%] ¦ μαθατ [1.5%] ¦ eleven further spellings [5%] τοῦ Λευΐ,#λευι f35 N [80%] CP,HF,RP,TR,OC,NU ¦ λευει 𝕻4ℵA,B [20%] 30τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνάμ,#ιωναμ f35 ℵB [25%] NU ¦ ιωναν [48%] CP,HF,RP,TR ¦ ιωνα OC ¦ ιωαναν A [7%] ¦ ιωανναν [12%] ¦ ιωανα N ¦ seven further spellings [8%] τοῦ Ἐλιακείμ,#ελιακειμ rell ¦ ελιακιμ N [1%] NU ¦ ελειακειμ [1%] ¦ ελιακημ [1%] ¦ three other spellings 31τοῦ Μελεᾶ, τοῦ Μαϊνάν,#μαιναν f35 N [93.5%] CP,HF,RP,TR,OC ¦ μεννα 𝕻4vℵB [1.5%] NU ¦ eight other spellings [5%] ¦ --- A τοῦ Ματταθᾶ, τοῦ Νάθαν,#ναθαν f35 A,N [99.7%] CP,HF,RP,TR,OC ¦ ναθαμ 𝕻4ℵB,NU τοῦ Δαυίδ, 32τοῦ Ἰεσσαί, τοῦ Ὠβήδ,#ωβηδ f35 N [83%] CP,HF,RP,TR,OC ¦ ιωβηδ A [14%] NU ¦ ιωβηλ ℵB ¦ ωβηλ D ¦ ιωβητ 𝕻4 ¦ five other spellings [3%] τοῦ Βοόζ,#βοοζ f35 [91%] CP,HF,RP,TR,OC ¦ βοος A,B,D [8%] NU ¦ βαλλς ℵ ¦ four other spellings [1%] ¦ --- N τοῦ Σαλμών,#σαλμων f35 A,N [98%] CP,HF,RP,TR,OC ¦ σαλα 𝕻4ℵB,NU ¦ σαλμαν [1%] ¦ two other variants [0.5%] τοῦ Ναασσών, 33τοῦ Ἀμιναδάβ,#αμιναδαβ f35 A(D) [76%] CP,HF,RP,TR,OC,NU ¦ αμιναδαμ [15%] ¦ αμηναδαβ [5%] ¦ αδαμ ℵ ¦ five other readings [4%] ¦ --- B τοῦ Ἀράμ,#αραμ f35 A,D [95%] CP,HF,RP,TR,OC ¦ 1 του αρνι N ¦ αδμειν του αρνει B ¦ αδμιν του αρνει ℵ ¦ αδμιν του αρνι NU [There are at least four further variations. The available statements of evidence are confusing, but it appears that αδμιν has about 1%, and αδμειν may have up to 4%.] τοῦ Ἰωράμ,#του ιωραμ f35 [80%] HF,OC ¦ --- ℵA,B,N [20%] CP,RP,TR,NU (itb gives us overt V century attestation for ‘Joram’, though I have demonstrated, to my own satisfaction at least, that f35 must hark back at least to the III.) τοῦ Ἑσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, 34τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἁβραάμ, τοῦ Θάρρα,#θαρρα f35 N [40%] CP,HF ¦ θαρα ℵA,B,D [60%] RP,TR,OC,NU τοῦ Ναχώρ, 35τοῦ Σερούχ,#σερουχ f35 ℵA,B(D)N [98%] CP,HF,RP,OC,NU ¦ σαρουχ [2%] TR τοῦ Ῥαγάβ,#ραγαβ f35 [25%] ¦ ραγαυ ℵA,B,D,N [70%] CP,HF,RP,TR,OC,NU ¦ six other spellings [5%] τοῦ Φάλεκ,#φαλεκ f35 ℵA,B,D,N [50%] CP,HF,TR,OC,NU ¦ φαλεγ A [50%] RP τοῦ Ἑβέρ,#ἑβερ f35 CP[?],RP,some TRs ¦ ἐβερ HF,OC,some TRs,NU τοῦ Σαλᾶ, 36τοῦ Καϊνάν,#καιναν f35 A,N [97%] CP,HF,RP,TR,OC ¦ καιναμ ℵB [0.5%] NU ¦ three other spellings [2%] ¦ --- D τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, 37τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ,#ἐνωχ f35 CP,RP,TR,OC ¦ ἑνωχ HF,NU τοῦ Ἰάρεδ,#ιαρεδ f35 D,N [90%] CP,HF,RP,TR,OC ¦ ιαρετ 𝕻75vℵB,NU ¦ ιαρεθ A [9.5%] τοῦ Μαλελεήλ, τοῦ Καϊνάν,#καιναν f35 A,B,D,N [99.8%] CP,HF,RP,TR,OC ¦ καιναμ ℵ,NU 38τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.)
المحددات الحالية:
ΚΑΤΑ ΛΟΥΚΑΝ 3: F35
تمييز النص
شارك
نسخ
هل تريد حفظ أبرز أعمالك على جميع أجهزتك؟ قم بالتسجيل أو تسجيل الدخول