ΚΑΤΑ ΛΟΥΚΑΝ 23
23
Jesus taken to Pontius Pilate
1Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον#ηγαγον rell ¦ ηγαγεν [1%] CP,TR αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. 2Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, «Τοῦτον εὕρομεν#ευρομεν rell ¦ ευραμεν B,T [1%] NU ¦ ευρον D ¦ ευρωμεν [1%] ¦ two other variants διαστρέφοντα τὸ ἔθνος,#εθνος f35 A,W [70%] CP,HF,RP,TR,OC ¦ 1 ημων 𝕻75ℵB,D,N,T [30%] NU καὶ κωλύοντα Καίσαρι φόρους#καισαρι φορους f35 (N)W [91%] CP,HF,RP,TR,OC ¦ ∼ 21 𝕻75ℵB(D)T [1%] NU ¦ 1 φορον A [8%] διδόναι,#διδοναι f35 A(D)N,W [96%] CP,HF,RP,TR,OC ¦ 1 και 𝕻75ℵB,T [4%] NU λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.» 3Ὁ δὲ Πιλᾶτος ἐπηρώτησεν#επηρωτησεν f35 A,D,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ ηρωτησεν 𝕻75ℵB,T [0.5%] NU αὐτὸν λέγων, «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, «Σὺ λέγεις.» 4Ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους,#οχλους rell ¦ 1 οτι [1%] OC «Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.» 5Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι «Ἀνασείει τὸν λαόν, διδάσκων καθ᾿ ὅλης τῆς Ἰουδαίας,#ιουδαιας f35 𝕻75A(D)N,W [99.5%] CP,HF,RP,TR,OC ¦ 1 και ℵB,T [0.5%] NU ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.»
Jesus taken to Herod
6Πιλᾶτος δὲ ἀκούσας ‹Γαλιλαίαν,›#γαλιλαιαν f35 A,D,W [99%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵB,T [0.5%] NU ¦ γαλιλαιας N ¦ four other spellings ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν. 7Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ θέλων ἐξ ἱκανοῦ#θελων εξ ικανου f35 A [72%] CP,HF,RP,TR ¦ ∼ 231 [4%] OC ¦ 123 χρονου N,W [20%] ¦ 12 ικανων χρονων D ¦ ∼ 23 χρονου 1 [3.5%] ¦ ∼ 2 ικανων χρονων 1 𝕻75ℵB,T [0.5%] NU ¦ several other variants ἰδεῖν αὐτόν, διὰ τὸ ἀκούειν#ακουειν rell ¦ 1 αυτου [3%] OC πολλὰ#πολλα f35 A,N,W [95%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵB,D,T [5%] NU περὶ αὐτοῦ· καὶ ἤλπιζέν τι#τι rell ¦ ετι CP σημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον. 9Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10Εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς,#αρχιερεις και οι γραμματεις rell ¦ ∼ 4231 OC εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11Ἐξουθενήσας δὲ αὐτὸν#αυτον f35 A,B,D(W) [97.5%] CP,HF,RP,TR,OC ¦ 1 και 𝕻75N,T [2.5%] [NU] ¦ και ℵ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν#αυτον f35 A(D)N,T,W [89%] CP,HF,RP,TR,OC ¦ αυτω [6%] ¦ --- 𝕻75ℵB [5%] NU ¦ one other variant ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12(Ἐγένοντο δὲ φίλοι ὅ τε Πιλᾶτος καὶ ὁ Ἡρῴδης#πιλατος και ο ηρωδης f35 A(D)N [74%] CP,HF,RP,TR ¦ ∼ 4231 𝕻75ℵB,T [1.5%] OC,NU ¦ 124 W [24.5%] ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων—προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.)#εαυτους f35 A,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ αυτους 𝕻75ℵB,T [0.5%] NU ¦ D has long omission
Pilate sentences Jesus
13Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, 14εἶπεν πρὸς αὐτούς· «Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα#αποστρεφοντα rell ¦ διαστρεφοντα [14%] τὸν λαόν, καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν#ουδεν f35 A,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ ουθεν 𝕻75ℵB,T [1%] NU εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾿ αὐτοῦ. 15Ἀλλ᾿ οὐδὲ Ἡρῴδης (ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν)·#ανεπεμψα γαρ υμας προς αυτον f35 A,D,N,W [82%] CP,HF,RP,TR,OC ¦ ανεπεμψεν 2345 [2%] ¦ ∼ 12543 [2%] ¦ ∼ ανεπεμψεν 2543 [2%] ¦ ∼ ανεπεμψεν 254 ημας 𝕻75ℵB,T [12%] NU καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ. 16Παιδεύσας οὖν αὐτὸν ἀπολύσω.» 17(Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.)#have verse 17 (with a variety of minor variations) f35 (ℵ)(D)(N)W (97.9%) CP,HF,RP,TR,OC ¦ omit verse 17 𝕻75A,B,T (1.9%) NU ¦ longer omissions (0.2%)
18Ἀνέκραξαν#ανεκραξαν f35 A,D,N(W) [98.5%] CP,HF,RP,TR,OC ¦ ανεκραγον 𝕻75ℵB,T [1.5%] NU δὲ παμπληθεὶ#παμπληθει rell ¦ παμπληθη CP λέγοντες· «Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν#ημιν f35 A,D,W [88%] HF,RP,OC ¦ 1 τον 𝕻75ℵB,N,T [12%] CP,TR,NU Βαραββᾶν»— 19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει, καὶ φόνον, βεβλημένος εἰς φυλακήν.#βεβλημενος εις φυλακην f35 A,D,N [93.5%] CP,HF,RP,TR ¦ 12 την 3 W [6%] OC ¦ βληθεις εν τη φυλακη 𝕻75B,T [0.5%] NU ¦ εν τη φυλακη ℵ 20Πάλιν οὖν#ουν f35 N,W [98.5%] CP,HF,RP,TR,OC ¦ δε 𝕻75ℵA,B,D,T [1.5%] NU ¦ one other variant ὁ Πιλᾶτος προσεφώνησεν,#προσεφωνησεν f35 A,N,W [98%] CP,HF,RP,TR,OC ¦ 1 αυτοις 𝕻75ℵB,T [2%] NU ¦ 1 αυτους D θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21Οἱ δὲ ἐπεφώνουν λέγοντες· «Σταύρωσον, σταύρωσον#σταυρωσον σταυρωσον f35 A,N [95%] CP,HF,RP,TR,OC ¦ σταυρου σταυρου 𝕻75ℵB,D [0.3%] NU ¦ 1 W [5%] αὐτόν.» 22Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· «Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιον#αιτιον rell ¦ αξιον [2%] OC θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.» 23Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν, καὶ τῶν ἀρχιερέων.#και των αρχιερεων f35 A(D)N,W (99%) CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵB (0.5%) NU ¦ six other readings (0.4%) 24Ὁ δὲ#ο δε f35 A(D)N,W [99.5%] CP,HF,RP,TR,OC ¦ και 𝕻75ℵB [0.5%] NU Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν. 25Ἀπέλυσεν δὲ#δε f35 𝕻75ℵA,B,D,N,W [70%] CP,HF,RP,NU ¦ 1 αυτοις [20%] TR ¦ 1 αυτοις τον βαραββαν [10%] OC τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν#την f35 𝕻75A,C,N [90%] CP,HF,RP,TR,OC ¦ --- ℵB,D [10%] NU ¦ τη W φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
Jesus is crucified
26Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου (ἐρχομένου#σιμωνος τινος κυρηναιου ερχομενου f35 (A)N,W [96%] CP,HF,RP,OC ¦ 123 του 4 [2%] TR ¦ σιμωνα τινα κυρηναιον ερχομενον 𝕻75ℵB [2%] NU ¦ τινα σιμωνα κυρηναιον ερχομενον C,D ἀπ᾿ ἀγροῦ), ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν#οπισθεν rell ¦ οπισω [3%] OC τοῦ Ἰησοῦ. 27Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ καὶ#αι και f35 W [95%] CP,HF,RP,TR,OC ¦ 1 𝕻75A,B,C(D)N [5%] NU ¦ --- ℵ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28Στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς#προς αυτας ο ιησους f35 A,N,W [98%] CP,HF,RP,TR,OC[NU] ¦ ∼ 3412 C(D) [1%] ¦ 124 𝕻75ℵB [0.3%] ¦ three other variants εἶπεν· «Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾿ ἐμέ· πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. 29Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, ‹Μακάριαι αἱ στεῖραι, καὶ#και f35 𝕻75A,D,W [90%] CP,HF,RP,TR,OC ¦ 1 αι ℵB,C,N [10%] NU κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.›#εθηλασαν f35 A,N,W [98%] CP,HF,RP,TR,OC ¦ εθρεψαν 𝕻75ℵB,C [1%] NU ¦ εξεθρεψαν D [1%] 30Τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, ‹Πέσετε ἐφ᾿ ἡμᾶς,› καὶ τοῖς βουνοῖς, ‹Καλύψατε ἡμᾶς.› 31Ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;»#γενηται rell ¦ γινεται [9%] ¦ γενησεται [10%]
32Ἤγοντο δὲ καὶ ἕτεροι δύο, κακοῦργοι,#δυο κακουργοι f35 A,C,D,N,Q,W [99.8%] CP,HF,RP,TR,OC ¦ ∼ 21 𝕻75ℵB,NU σὺν αὐτῷ ἀναιρεθῆναι. 33Καὶ ὅτε ἀπῆλθον#απηλθον f35 A,N,W [97.5%] CP,HF,RP,TR,OC ¦ ηλθον 𝕻75ℵB,C(D)Q [2.5%] NU ¦ three other variants ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν· καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
34Ὁ δὲ Ἰησοῦς ἔλεγεν, «Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν»·#ο δε ιησους ελεγεν πατερ αφες αυτοις ου γαρ οιδασιν τι ποιουσιν f35 ℵ(A)C,N(Q) (99.2%—with a variety of minor variations) CP,HF,RP,TR,OC[[NU]] ¦ --- 𝕻75B,D,W (0.8%) διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον#εβαλον rell ¦ εβαλλον N [9%] OC κλῆρον.#κληρον f35 𝕻75ℵB,C,D,Q,W [97%] CP,HF,RP,TR,OC ¦ κληρους A,N [3%] NU 35Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς#συν αυτοις f35 A,N,W [97%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵB,C,Q [3%] NU ¦ D is wild λέγοντες, «Ἄλλους ἔσωσεν· σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστός, ὁ τοῦ Θεοῦ ἐκλεκτός.»#ο του θεου εκλεκτος f35 A,N,Q [95%] CP,HF,RP,TR,OC ¦ ∼ 1423 C [0.5%] ¦ ∼ 2314 B,W [1%] NU ¦ ∼ 12314 ℵ ¦ 1 υιος 2314 𝕻75 [3%] ¦ D is wild 36Ἐνέπαιζον#ενεπαιζον f35 A,N,Q [99%] CP,HF,RP,TR,OC ¦ ενεπαιξαν 𝕻75ℵB [0.5%] NU ¦ ενεπαιξον C,D,W δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι καὶ#και f35 N,Q,W [99%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵA,B,C [1%] NU ¦ τε D ὄξος προσφέροντες αὐτῷ, 37καὶ λέγοντες, «Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.»
38Ἦν δὲ καὶ#και f35 𝕻75ℵA,B,N,Q,W [75%] HF,RP,TR,OC,NU ¦ 1 η C,D [22.5%] CP ¦ η [1.5%] ¦ --- [1%] ἐπιγραφὴ γεγραμμένη ἐπ᾿ αὐτῷ,#γεγραμμενη επ αυτω f35 N,W [98%] CP,HF,RP,TR,OC ¦ ∼ 231 C [1.5%] ¦ 23 𝕻75ℵB [0.5%] NU ¦ επιγεγραμμενη 23 A,D,Q γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς·#γραμμασιν ελληνικοις και ρωμαικοις και εβραικοις f35 A,N,Q,W [98%] CP,HF,RP,TR,OC ¦ 1246 ℵD [1%] ¦ --- 𝕻75B,C [0.5%] NU ¦ several minor variations
ΟΥΤΟΣ ΕΣΤΙΝ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ#ουτος εστιν ο βασιλευς των ιουδαιων f35 A,W [97%] CP,HF,RP,TR,OC ¦ 12 ιησους 3456 N,Q [2%] ¦ ∼ 345612 D ¦ ∼ 34561 𝕻75ℵB [0.5%] NU ¦ 3456 C
39Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων, «Εἰ#ει f35 A,N,Q,W [99.5%] CP,HF,RP,TR,OC ¦ ουχι 𝕻75ℵB,C [0.5%] NU ¦ D has long omission σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.» 40Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα#επετιμα f35 A(D)N,W [99%] CP,HF,RP,TR,OC ¦ επετιμων 𝕻75ℵB,C [1%] NU ¦ one other variant αὐτῷ λέγων·#λεγων f35 A(D)N,W [99%] CP,HF,RP,TR,OC ¦ εφη 𝕻75ℵB,C [1%] NU «Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.» 42Καὶ ἔλεγεν τῷ#τω f35 A,W [99.5%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵB,C [0.3%] NU ¦ αυτω (D) Ἰησοῦ, «Μνήσθητί μου, Κύριε,#κυριε f35 A,W [97%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵB,C [3%] NU ¦ D is wild ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ#εν τη βασιλεια f35 ℵA,C,W [99.5%] CP,HF,RP,TR,OC ¦ εις την βασιλειαν 𝕻75B [0.3%] NU ¦ D is wild σου.» 43Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς,#ο ιησους f35 A,C(D)W [99.7%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵB [0.3%] NU «Ἀμὴν λέγω σοι,#λεγω σοι f35 ℵA,W [99.5%] CP,HF,RP,TR,OC ¦ ∼ 21 𝕻75B,C [0.5%] NU ¦ D is wild σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ.»
Jesus dismisses His spirit
44Ἦν δὲ#ην δε f35 A,D,Q,W [99.5%] CP,HF,RP,TR,OC ¦ ∼ και 1 ℵ ¦ ∼ και 1 ηδη 𝕻75B,C [0.5%] NU ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.#ενατης f35 𝕻75ℵA,B,C,D,Q,W [70%] CP,HF,RP,OC,NU ¦ εννατης [30%] TR 45Καὶ ἐσκοτίσθη ὁ ἥλιος·#και εσκοτισθη ο ηλιος f35 A,Q,W (96.8%) CP,HF,RP,TR ¦ ∼ 2 δε 34 D ¦ του ηλιου εκλειποντος B (0.4%) OC ¦ του ηλιου εκλιποντος 𝕻75ℵC (0.4%) NU ¦ του ηλιου εσκοτισθεντος (0.7%) ¦ conflations (1.2%) ¦ two other variants (0.2%) ¦ --- (0.4%) καὶ ἐσχίσθη#και εσχισθη f35 A(D)W [99%] CP,HF,RP,TR,OC ¦ ∼ 2 δε 𝕻75ℵB,C [1%] NU τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46Καὶ φωνήσας φωνῇ μεγάλῃ, ὁ Ἰησοῦς εἶπεν, «Πάτερ, εἰς χεῖράς σου παραθήσομαι#παραθησομαι f35 [77%] CP,HF,RP,TR ¦ παρατιθεμαι 𝕻75ℵA,B,C,Q,W [11%] OC,NU ¦ παρατιθημι (D) [12%] τὸ πνεῦμά μου.» Καὶ ταῦτα#και ταυτα f35 A [83%] CP,HF,RP,TR,OC ¦ τουτο δε 𝕻75ℵB,C(D)W [1.5%] NU ¦ 1 τουτο Q [15.5%] εἰπὼν ἐξέπνευσεν.
Various reactions
47Ἰδὼν δὲ ὁ ἑκατόνταρχος#εκατονταρχος f35 A,C,D,Q,W [99%] CP,HF,RP,TR,OC ¦ εκατονταρχης 𝕻75ℵB [1%] NU τὸ γενόμενον, ἐδόξασεν#εδοξασεν f35 A,C,Q,W [99%] CP,HF,RP,TR,OC ¦ εδοξαζεν 𝕻75ℵB,D [1%] NU τὸν Θεὸν λέγων, «Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.» 48Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα,#θεωρουντες τα γενομενα f35 Q,W [93%] CP,HF,RP,TR,OC ¦ 12 γινομενα [5%] ¦ θεωρησαντες 23 𝕻75ℵB,C,D [1.5%] NU ¦ --- A [0.5%] τύπτοντες ἑαυτῶν#εαυτων f35 Q [90%] CP,HF,RP,TR,OC ¦ αυτων W [8.5%] ¦ --- 𝕻75ℵA,B,C,D [1.5%] NU τὰ στήθη ὑπέστρεφον. 49Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ#αυτου f35 ℵC,D,W [97%] CP,HF,RP,TR,OC ¦ αυτω 𝕻75A,B [3%] NU μακρόθεν,#μακροθεν f35 A,C,W [95.5%] CP,HF,RP,TR ¦ απο 1 𝕻75ℵB,D [4.5%] OC,NU καὶ γυναῖκες αἱ συνακολουθήσασαι#συνακολουθησασαι f35 A,D,W [99%] CP,HF,RP,TR,OC ¦ συνακολουθουσαι 𝕻75ℵB,C [1%] NU ¦ one other variant αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
Jesus’ body is buried
50Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων,#υπαρχων f35 A,B(D)W [98%] CP,HF,RP,TR ¦ 1 και 𝕻75ℵC [2%] OC[NU] ἀνὴρ ἀγαθὸς καὶ δίκαιος 51(οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν), ἀπὸ Ἀριμαθαίας,#ἀριμαθαιας f35 CP,HF,RP,TR,OC ¦ ἁριμαθαιας NU πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς#ος προσδεχετο και αυτος f35 [32%] CP,OC ¦ 1 και 234 A,W [52%] HF,RP,TR ¦ ∼ 1 και 42 [13%] ¦ 12 𝕻75ℵB,C,D [1%] NU ¦ 1 και 2 [2%] τὴν βασιλείαν τοῦ Θεοῦ· 52οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 53Καὶ καθελὼν αὐτὸ#αυτο f35 A,W [95.5%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵB,C,D [3%] NU ¦ αυτον [1.5%] ἐνετύλιξεν αὐτὸ#αυτο rell ¦ --- W [3.5%] OC σινδόνι, καὶ ἔθηκεν αὐτὸ#αυτο f35 𝕻75A,W [94%] CP,HF,RP,TR,OC ¦ αυτον ℵB,C,D [1%] NU ¦ αυτω [2%] ¦ --- [3%] ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδέπω οὐδεὶς#ουδεπω ουδεις f35 [74%] CP,HF,RP,TR ¦ ∼ 21 ℵC,W [20%] OC ¦ ∼ 2 ουπω 𝕻75A,B [1%] NU ¦ ουπω 2 D ¦ ουδεποτε 2 [5%] κείμενος. 54Καὶ ἡμέρα ἦν Παρασκευή·#παρασκευη f35 A,W [99%] CP,HF,RP,TR,OC ¦ παρασκευης 𝕻75ℵB,C [1%] NU ¦ προσσαββατου D σάββατον#σαββατον f35 A,W [90%] CP,HF,RP,OC ¦ και 1 𝕻75ℵB,C [10%] TR,NU ¦ --- D ἐπέφωσκεν. 55Κατακολουθήσασαι δὲ#δε f35 ℵA,C,W [90%] CP,HF,RP ¦ 1 και [2%] TR ¦ 1 αι 𝕻75B [7%] OC,NU ¦ 1 δυο D ¦ --- [1%] γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας,#αυτω εκ της γαλιλαιας f35 A,W [94%] CP,HF,RP,TR,OC ¦ ∼ 2341 𝕻75ℵ(B) [0.5%] NU ¦ 234 C ¦ απο 34 (D) [5%] ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. 56Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.
المحددات الحالية:
ΚΑΤΑ ΛΟΥΚΑΝ 23: F35
تمييز النص
شارك
نسخ
هل تريد حفظ أبرز أعمالك على جميع أجهزتك؟ قم بالتسجيل أو تسجيل الدخول