ΚΑΤΑ ΛΟΥΚΑΝ 15

15
Parable of a lost sheep
1Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ#εγγιζοντες αυτω f35 D,N [82%] CP,HF,RP,TR,OC ¦ ∼ 21 𝕻75ℵA,B,W [18%] NU πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. 2Καὶ διεγόγγυζον οἱ#οι f35 A,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ 1 τε 𝕻75ℵB,D [0.5%] NU Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι «Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.» 3Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· 4«Τίς ἄνθρωπος ἐξ ὑμῶν, ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν,#εν εξ αυτων f35 A,N [98.5%] CP,HF,RP,TR,OC ¦ ∼ 231 𝕻75ℵB(D)W [1.5%] NU οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως#εως f35 𝕻75B,D,W [70%] CP,HF,RP,TR,NU ¦ 1 ου ℵA,N [30%] OC εὕρῃ αὐτό; 5Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ#αυτου f35 𝕻75ℵB,D,N [45%] OC,NU ¦ εαυτου A,W [55%] CP,HF,RP,TR χαίρων. 6Καὶ ἐλθὼν εἰς τὸν οἶκον, συγκαλεῖ#συγκαλει rell ¦ συγκαλειται D [16%] ¦ συγκαλειτε N ¦ one other variant τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, ‹Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.› 7Λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἔσται ἐν τῷ οὐρανῷ#εσται εν τω ουρανω f35 A,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ ∼ 2341 𝕻75ℵB [1%] NU ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
Parable of a lost coin
8»Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου#οτου f35 A,N,W [95.5%] CP,HF,RP,TR,OC ¦ ου 𝕻75ℵB [3%] NU ¦ --- D [1%] ¦ three other variants εὕρῃ; 9Καὶ εὑροῦσα, συγκαλεῖται#συγκαλειται f35 (A)(D)W [86%] CP,HF,RP,TR ¦ συγκαλει 𝕻75(ℵ)B,N [14%] OC,NU τὰς φίλας καὶ τὰς#τας f35 A(D)N,W [96.5%] CP,HF,RP,TR,OC ¦ τους [3%] ¦ --- 𝕻75ℵB [0.5%] NU γείτονας λέγουσα, ‹Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.› 10Οὕτως, λέγω ὑμῖν, χαρὰ γίνεται#χαρα γινεται f35 (A)N(W) [99%] CP,HF,RP,TR,OC ¦ ∼ γεινεται 1 𝕻75ℵB [1%] NU ¦ 1 εσται D ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.»
Parable of a lost son
11Εἶπεν δέ· «Ἄνθρωπός τις εἶχεν δύο υἱούς. 12Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, ‹Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας.› Καὶ#και f35 ℵD,N,W [99%] CP,HF,RP,TR,OC ¦ ο δε A,B [1%] NU ¦ --- 𝕻75 διεῖλεν αὐτοῖς τὸν βίον. 13Καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας, συναγαγὼν ἅπαντα,#απαντα f35 ℵA,N,W [97%] CP,HF,RP,TR,OC ¦ παντα 𝕻75B,D [3%] NU ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν· καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. 14Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς#ισχυρος f35 N,Q,W [99%] CP,HF,RP,TR,OC ¦ ισχυρα 𝕻75ℵA,B,D [1%] NU κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο#ηρξατο rell ¦ 1 του A [20%] ὑστερεῖσθαι. 15Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· 16καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ#γεμισαι την κοιλιαν αυτου απο f35 A,N,Q (96.4%) CP,HF,RP,TR,OC ¦ 1234 εκ (0.9%) ¦ χορτασθηναι εκ 𝕻75ℵB,D (2.2%) NU ¦ χορτασθηναι 5 (0.5%) ¦ 123 και χορτασθηναι 5 W τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17Εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπεν·#ειπεν f35 A,D,N,Q,W [98.5%] CP,HF,RP,TR,OC ¦ εφη 𝕻75ℵB [1.5%] NU ‹Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν#περισσευουσιν f35 ℵD,N,Q,W [98%] CP,HF,RP,TR,OC ¦ περισσευονται 𝕻75A,B [2%] NU ἄρτων, ἐγὼ δὲ λιμῷ#λιμω f35 (A)Q,W [91.5%] CP,HF,RP,TR,OC ¦ 1 ωδε (𝕻75ℵB) [2.5%] NU ¦ ωδε 1 (D)N [6%] ἀπόλλυμαι· 18ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 19καὶ#και f35 N [58%] CP,HF,RP,TR ¦ --- 𝕻75ℵA,B,D,Q,W [42%] OC,NU οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.›
20»Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ.#εαυτου f35 𝕻75A,B,W [42%] TR,NU ¦ αυτου ℵD,N,Q [58%] CP,HF,RP,OC Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη· καὶ δραμὼν ἐπέπεσεν#επεπεσεν rell ¦ επεσεν W [20%] ¦ ενεπεσεν D ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. 21Εἶπεν δὲ αὐτῷ ὁ υἱός,#αυτω ο υιος f35 ℵA,N,Q,W [99%] CP,HF,RP,TR,OC ¦ ∼ 231 𝕻75B(D) [1%] NU ‹Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ#και f35 N,Q,W [94%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵA,B,D [6%] NU οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.›#σου f35 𝕻75A,N,Q,W (87.3%) CP,HF,RP,TR,OC,NU ¦ 1 ποιησον με ως ενα των μισθιων 1 ℵB,D (12.5%) ¦ long omissions (0.2%) 22Εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ·#αυτου f35 A,N,Q,W [97%] CP,HF,RP,TR,OC ¦ 1 ταχυ (𝕻75ℵ)B [1%] NU ¦ 1 ταχεως D [2%] ¦ one other variant ‹Ἐξενέγκατε τὴν#την f35 𝕻75 [95%] CP,HF,RP,TR,OC ¦ --- ℵA,B,D,N,Q,W [5%] NU στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας.#ποδας rell ¦ 1 αυτου D [12%] 23Καὶ ἐνέγκαντες#ενεγκαντες f35 A,Q,W [85%] CP,HF,RP,TR,OC ¦ ενεγκοντες N [13%] ¦ εξενεγκαντες [1%] ¦ ενεγκατε D [0.5%] ¦ φερετε 𝕻75ℵB [0.5%] NU τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν· 24ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, καὶ#και f35 N [84%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵA,B,D,Q(W) [16%] NU ἀπολωλὼς ἦν#απολωλως ην f35 N [45.5%] CP,HF,RP,TR,OC ¦ απολωλος 2 [50%] ¦ ∼ 21 A,B,NU ¦ ∼ 2 απολωλος ℵ ¦ ∼ 2 απολολως 𝕻75 ¦ 1 D,Q [1%] ¦ απολωλος [3%] [Though evidently a neuter participle in form, I suppose that απολωλος would be functioning as an adjective, parallel to νεκρος, should one choose that reading.] καὶ εὑρέθη.›#ευρεθη rell ¦ ηυρεθη A,N [25%] Καὶ ἤρξαντο εὐφραίνεσθαι.
25»Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ ἤκουσεν συμφωνίας καὶ χορῶν· 26καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων,#παιδων rell ¦ 1 αυτου [2%] TR ἐπυνθάνετο τί#τι f35 ℵA(D)W [84%] CP,HF,RP,TR,OC ¦ 1 αν 𝕻75B,N,Q [8%] NU ¦ τινα [8%] εἴη ταῦτα. 27Ὁ δὲ εἶπεν αὐτῷ ὅτι ‹Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.› 28Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ὁ οὖν#ουν f35 N,Q,W [98%] CP,HF,RP,TR,OC ¦ δε 𝕻75ℵA,B,D [2%] NU πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί·#πατρι f35 ℵW [91%] CP,HF,RP,TR,OC ¦ 1 αυτου 𝕻75A,B,D,N,Q [9%] NU ‹Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ. 30Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν.›#μοσχον τον σιτευτον f35 A,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ ∼ 31 𝕻75ℵ(B)(D)Q [0.5%] NU 31Ὁ δὲ εἶπεν αὐτῷ· ‹Τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν. 32Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησεν,#ανεζησεν f35 A,D,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ εζησεν 𝕻75ℵB [0.5%] NU καὶ#και rell ¦ --- ℵD [13%] ἀπολωλὼς#απολωλως f35 𝕻75ℵA,B,D,N,W [60%] CP,HF,RP,TR,OC,NU ¦ απολωλος [40%] ἦν#ην f35 ℵN [95%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75A,B,D(W) [5%] NU καὶ εὑρέθη.› »#ευρεθη rell ¦ ηυρεθη A,N [15%]

المحددات الحالية:

ΚΑΤΑ ΛΟΥΚΑΝ 15: F35

تمييز النص

شارك

نسخ

None

هل تريد حفظ أبرز أعمالك على جميع أجهزتك؟ قم بالتسجيل أو تسجيل الدخول