YouVersion 标志
圣经计划视频
获取软件
选择语言
搜索图标

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6 的热门经文

1

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:33

Scrivener’s Textus Receptus 1894

TR1894

ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:33

2

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:34

Scrivener’s Textus Receptus 1894

TR1894

μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:34

3

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:25

Scrivener’s Textus Receptus 1894

TR1894

διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε καὶ τί πίητε· μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:25

4

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:6

Scrivener’s Textus Receptus 1894

TR1894

σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, Πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:6

5

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:9-10

Scrivener’s Textus Receptus 1894

TR1894

οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:9-10

6

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:11

Scrivener’s Textus Receptus 1894

TR1894

τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:11

7

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:12

Scrivener’s Textus Receptus 1894

TR1894

καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν·

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:12

8

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:13

Scrivener’s Textus Receptus 1894

TR1894

καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:13

9

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:14

Scrivener’s Textus Receptus 1894

TR1894

ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος·

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:14

10

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:26

Scrivener’s Textus Receptus 1894

TR1894

ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:26

11

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:19-21

Scrivener’s Textus Receptus 1894

TR1894

Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν. ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμων.

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:19-21

12

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:24

Scrivener’s Textus Receptus 1894

TR1894

οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ.

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:24

13

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:30

Scrivener’s Textus Receptus 1894

TR1894

εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:30

14

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:3-4

Scrivener’s Textus Receptus 1894

TR1894

σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ αὑτὸς, ἀποδώσει σοι ἐν τῷ φανερῷ.

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:3-4

15

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:1

Scrivener’s Textus Receptus 1894

TR1894

Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:1

16

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:16-18

Scrivener’s Textus Receptus 1894

TR1894

Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.

对照

探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:16-18

上一章
下一章
YouVersion

我们要鼓励、挑战你每天亲近上帝。

事工

关于我们

就职机会

义工

博客

新闻区

有用链接

帮助

捐赠

圣经译本

音频圣经

译本语言

今日经文


此数字事工属于

Life.Church
English (US)

©2025 Life.Church / YouVersion

隐私政策使用条款
漏洞披露方案
FacebookTwitterInstagramYouTubePinterest

主页

圣经

计划

视频