1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:20
Scrivener’s Textus Receptus 1894
TR1894
οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
对照
探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:20
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:19
πάλιν λέγω ὑμῖν, ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:19
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:2-3
καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν, Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:2-3
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:4
ὅστις οὖν ταπεινώσῃ ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:4
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:5
καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἕν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται·
探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:5
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18
ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.
探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:35
οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.
探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:35
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:6
ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:6
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:12
τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν· οὐχὶ ἀφεῖς τὰ ἐννενήκονταεννέα, ἐπὶ τὰ ὄρη πορευθεὶς ζητεῖ τὸ πλανώμενον
探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:12
主页
圣经
计划
视频