1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:18-19
Scrivener’s Textus Receptus 1894
τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι·
对照
探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:18-19
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:11
οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:11
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:8-9
Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ. μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:8-9
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:28
τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:28
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:25-27
ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι. ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. ἡ δὲ εἶπε, Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
探索 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:25-27
主页
圣经
计划
视频