1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:15-16
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Karşılaştır
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:15-16 keşfedin
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:14
Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:14 keşfedin
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:8
μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:8 keşfedin
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:6
μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:6 keşfedin
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44
Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44 keşfedin
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:3
μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:3 keşfedin
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:9
μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:9 keşfedin
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:4
μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:4 keşfedin
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:10
μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:10 keşfedin
10
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:7
μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:7 keşfedin
11
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:11-12
μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:11-12 keşfedin
12
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:5
μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:5 keşfedin
13
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:13
Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:13 keşfedin
14
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48
Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48 keşfedin
15
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:37
ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:37 keşfedin
16
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:38-39
Ἠκούσατε ὅτι ἐρρέθη, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος· Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:38-39 keşfedin
17
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:29-30
εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:29-30 keşfedin
Ana Sayfa
Kutsal Kitap
Okuma Planları
Videolar