ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10
10
Jesus commissions and orients the twelve disciples—28 AD
1Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν#εξουσιαν rell ¦ 1 κατα [25%] πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 2Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσιν#εισιν f35 [30%] OC,CP ¦ εστιν ℵB,C,D,N,W [70%] RP,HF,TR,NU ταῦτα· πρῶτος Σίμων (ὁ λεγόμενος Πέτρος) καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ,#αυτου f35 ℵ,C,D,N,W [99.8%] RP,HF,OC,CP,TR ¦ 1 και B [0.2%] NU Ἰάκωβος (ὁ τοῦ Ζεβεδαίου) καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, 3Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος#ματθαιος f35 C,W [99.5%] RP,HF,OC,CP,TR ¦ μαθθαιος B,D,NU ¦ μαθθεος ℵ ¦ ματθεος N ¦ one other spelling (ὁ τελώνης), Ἰάκωβος (ὁ τοῦ Ἀλφαίου) καὶ Λεββαῖος (ὁ ἐπικληθεὶς#λεββαιος ο επικληθεις f35 N,W (99.4%) RP,HF,OC,CP,TR ¦ 1 (C)(D) ¦ --- ℵB (0.4%) NU Θαδδαῖος), 4Σίμων (ὁ Κανανίτης)#κανανιτης f35 ℵW [98%] RP,HF,OC,CP,TR ¦ καναναιος B,C,N [2%] NU ¦ χαναναιος D καὶ Ἰούδας#ιουδας f35 (C)N,W [90%] RP,HF,CP,TR ¦ 1 ο ℵB(D) [10%] OC,NU Ἰσκαριώτης (ὁ καὶ παραδοὺς αὐτόν).
Orientation with immediate effect
5Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν#σαμαρειτων f35 B [95%] RP,HF,OC,CP,TR ¦ σαμαριτων ℵC,N,W [5%] NU ¦ σαμαριτανων D μὴ εἰσέλθητε. 6Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 7Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες ὅτι ‹Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.› 8Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε,#λεπρους καθαριζετε f35 [94%] RP,HF,CP ¦ 12 νεκρους εγειρετε [2%] OC,TR ¦ νεκρους εγειρετε 12 ℵB,C(D)N [3%] NU ¦ ∼ εκβαλλετε νεκρους εγειρετε (W) [1%] (OC in small print) δαιμόνια ἐκβάλλετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. 9Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10μὴ πήραν εἰς ὁδόν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδους·#ραβδους f35 C,N,W [95%] RP,HF,CP ¦ ραβδον ℵB,D [5%] OC,TR,NU ἄξιος γὰρ#γαρ rell ¦ 1 εστιν D [3%] OC ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.#εστιν f35 N,W [96%] RP,HF,CP,TR ¦ --- ℵB,C [3%] OC,NU ¦ ∼ γαρ 1 D [1%]
11»Εἰς ἣν δ᾿ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. 12Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν·#αυτην rell ¦ 1 λεγοντες ειρηνη τω οικω τουτω ℵD,W [10%] OC,CP 13καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω#ελθετω f35 B [94%] RP,HF,OC,TR ¦ ελθατω ℵC,N,W [2%] NU ¦ εισελθετω [4%] CP ¦ εστε D ἡ εἰρήνη ὑμῶν ἐπ᾿ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. 14Καὶ ὃς ἐὰν#εαν f35 C [97%] RP,HF,OC,CP,TR ¦ αν ℵB,D,N,W [3%] NU μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι#εξερχομενοι f35 C,N,W [97%] RP,HF,CP,TR ¦ 1 εξω ℵB,D [2%] OC,NU ¦ 1 εκ [1%] τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων#γομορρων rell ¦ γομορρας C [10%] OC ¦ γομορων W [1%] ¦ γομορας D ¦ γομμορας N [1%] ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.
Orientation with prophetic effect
16»Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. 17Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων, παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. 18Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. 19Ὅταν δὲ παραδιδῶσιν#παραδιδωσιν f35 C [94%] RP,HF,CP,TR ¦ παραδωσιν ℵB [2%] NU ¦ παραδωσουσιν D,N,W [3%] OC ¦ παραδωσωσιν [1%] ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε,#λαλησετε f35 [30%] OC,CP ¦ λαλησητε ℵB,C,D,N,W [70%] RP,HF,TR,NU ¦ two other variants δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε·#λαλησετε f35 N [90%] RP,HF,OC,CP,TR ¦ λαλησητε ℵB,C,W [9%] NU ¦ --- D ¦ two other variants 20οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
Like master, like slave
21»Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. 22Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 23Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην.#αλλην f35 C(D)N (97%) RP,HF,OC,CP,TR ¦ ετεραν ℵB,W (2.9%) NU ¦ one other variant Ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου. 24Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. 25Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος#ο δουλος rell ¦ τω δουλω [2%] OC ὡς ὁ κύριος αὐτοῦ. Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ#βεελζεβουλ rell ¦ βεελζεβουβ CP [Latin] ¦ βεεζεβουλ ℵB ¦ βελζεβουλ D [0.5%] ἀπεκάλεσαν,#απεκαλεσαν f35 [30%] CP ¦ επεκαλεσαν B,C,W [20%] HF,NU ¦ εκαλεσαν [49%] RP,OC,TR ¦ επεκαλεσαντο ℵN [1%] ¦ καλουσιν D ¦ one other variant [‘to stigmatize’ is the appropriate verb here] πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς#οικειακους f35 C,D,W [85%] RP,HF,CP ¦ οικιακους ℵN [15%] OC,TR,NU ¦ οικιακοις B αὐτοῦ; 26Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
“Do not be afraid”
27»Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. 28Καὶ μὴ φοβεῖσθε#φοβεισθε f35 ℵC [95%] RP,HF,CP,NU ¦ φοβηθητε B,D,N,W [5%] OC,TR ¦ one other variant ἀπὸ τῶν ἀποκτενόντων#αποκτενοντων f35 N [95%] RP,HF,CP ¦ αποκτεννοντων ℵC,D,W [3%] OC,NU ¦ αποκτεινοντων B [2%] TR τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Φοβήθητε#φοβηθητε f35 D,N [99%] RP,HF,OC,CP,TR ¦ φοβεισθε ℵB,C,W [1%] NU δὲ μᾶλλον τὸν δυνάμενον καὶ#και f35 ℵB,C,D,N [50%] OC,CP,TR,NU ¦ 1 την W [50%] RP,HF ψυχὴν καὶ#και f35 B,C,D [50%] OC,CP,TR,NU ¦ 1 το ℵW [50%] RP,HF σῶμα ἀπολέσαι ἐν Γεέννῃ. 29Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; Καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν. 30Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. 31Μὴ οὖν φοβηθῆτε·#φοβηθητε f35 C [97%] RP,HF,OC,CP,TR ¦ φοβεισθε ℵB,D,W [3%] NU πολλῶ#πολλω f35 [20%] CP ¦ πολλων ℵB,C,D,W [80%] RP,HF,OC,TR,NU στρουθίων διαφέρετε ὑμεῖς.
Jesus demands total commitment
32»Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν#εν f35 𝕻19ℵD,W [95%] RP,HF,OC,CP,TR ¦ 1 τοις B,C [5%] [NU] οὐρανοῖς. 33Ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ#αυτον καγω f35 C [95%] RP,HF,OC,CP,TR ¦ ∼ 21 𝕻19vℵB,D,W [5%] NU ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν#εν f35 𝕻19ℵ,C,D,W [98%] RP,HF,OC,CP,TR ¦ 1 τοις B [2%] [NU] οὐρανοῖς.
34»Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν. 35Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· 36καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ#οικειακοι f35 B [85%] RP,HF,CP ¦ οικιακοι ℵ [15%] OC,TR,NU αὐτοῦ.
37»Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· 38καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστιν μου ἄξιος. 39Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
40»Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 41Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται,#ληψεται f35 [99%] RP,HF,OC,CP,TR ¦ λημψεται 𝕻19ℵB,C(D)W [1%] NU (twice) καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. 42Καὶ ὃς ἐὰν#εαν f35 ℵ,C,W [98%] RP,HF,OC,CP,TR ¦ αν B,D [2%] NU ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον, εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.»
Айни замон обунашуда:
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10: F35
Лаҳзаҳои махсус
Паҳн кунед
Нусха
Want to have your highlights saved across all your devices? Sign up or sign in