1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:27
SBL Greek New Testament
εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω.
ஒப்பீடு
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:27 ஆராயுங்கள்
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:6
λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:6 ஆராயுங்கள்
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:1
Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:1 ஆராயுங்கள்
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:26
ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ⸀ὑμῖν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:26 ஆராயுங்கள்
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:21
ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:21 ஆராயுங்கள்
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:16-17
κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα ⸀ᾖ μεθ’ ὑμῶν εἰς τὸν ⸀αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ ⸀γινώσκει· ⸀ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν ⸀ἔσται.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:16-17 ஆராயுங்கள்
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:13-14
καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ· ἐάν τι αἰτήσητέ ⸀με ἐν τῷ ὀνόματί μου ⸀ἐγὼ ποιήσω.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:13-14 ஆராயுங்கள்
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:15
Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς ⸀τηρήσετε·
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:15 ஆராயுங்கள்
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:2
ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν ⸀ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν·
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:2 ஆராயுங்கள்
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:3
καὶ ἐὰν πορευθῶ ⸀καὶ ἑτοιμάσω ⸂τόπον ὑμῖν⸃, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:3 ஆராயுங்கள்
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:5
λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· ⸀πῶς ⸂δυνάμεθα τὴν ὁδὸν εἰδέναι⸃;
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:5 ஆராயுங்கள்
முகப்பு
வேதாகமம்
வாசிப்புத் திட்டங்கள்
காணொளிகள்