1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:5
Scrivener’s Textus Receptus 1894
ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν
Uporedi
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:5
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:4
μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:4
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:7
ἐὰν μείνητε ἐν ἐμοί, καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσεσθε, καὶ γενήσεται ὑμῖν.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:7
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:16
οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς, ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:16
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:13
μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:13
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:2
πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸν φέρῃ.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:2
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:12
αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:12
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:8
ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε· καὶ γενήσεσθε ἐμοὶ μαθηταί.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:8
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:1
Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:1
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:6
ἐὰν μή τις μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα, καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς πῦρ βάλλουσι, καὶ καίεται.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:6
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:11
ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:11
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:10
ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:10
13
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:17
ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:17
14
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:19
εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:19
Početna
Biblija
Planovi
Video zapisi