1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:26
Scrivener’s Textus Receptus 1894
ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ.
Uporedi
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:26
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:25
ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:25
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:24
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:24
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:46
ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμέ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:46
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:47
καὶ ἐάν τις μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:47
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3
ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:13
ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἔκραζον, Ὡσαννα· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:13
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:23
ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων, Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:23
Početna
Biblija
Planovi
Video zapisi