1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:10
Scrivener’s Textus Receptus 1894
ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν.
Uporedi
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:10
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:11
ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:11
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27
τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι·
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28
κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς· καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:9
ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:9
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14
ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29-30
ὁ πατήρ μου ὃς δέδωκέ μοι, μεῖζών πάντων ἐστί· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου. ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29-30
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:15
καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:15
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:18
οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:18
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7
Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12
ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα.
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:1
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής
Istraži ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:1
Početna
Biblija
Planovi
Video zapisi