1
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:34
Η Ελληνική Καινή Διαθήκη Σύμφωνα με την Οικογένεια 35
Ὁ δὲ Ἰησοῦς ἔλεγεν, «Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν»· διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον.
Yenzanisa
Ongorora {{vhesi}}
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:43
Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, «Ἀμὴν λέγω σοι, σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ.»
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42
Καὶ ἔλεγεν τῷ Ἰησοῦ, «Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.»
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:46
Καὶ φωνήσας φωνῇ μεγάλῃ, ὁ Ἰησοῦς εἶπεν, «Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.» Καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:33
Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν· καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:44-45
Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. Καὶ ἐσκοτίσθη ὁ ἥλιος· καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:47
Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασεν τὸν Θεὸν λέγων, «Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.»
Pekutangira
Bhaibheri
Zvirongwa
Mavideo