1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:26
Byzantine Textform 2018
Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.
Compară
Explorează ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:26
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:6
Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
Explorează ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:6
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:4-5
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ' ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εἶπεν, Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
Explorează ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:4-5
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:14
Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με• τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
Explorează ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:14
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:30
Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
Explorează ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:30
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29
Καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.
Explorează ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:21
Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ• καὶ δεῦρο, ἀκολούθει μοι.
Explorează ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:21
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17
Ὁ δὲ εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς.
Explorează ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:17
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24
Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
Explorează ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:24
10
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:9
Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται• καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.
Explorează ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:9
11
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:23
¶ Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Explorează ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:23
Acasă
Biblia
Planuri
Videoclipuri