1
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:19
Byzantine Textform 2018
Καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου• ἡ πίστις σου σέσωκέν σε.
Compară
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 17:19
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4
Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σέ, καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ, λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:15-16
Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν, μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν• καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ• καὶ αὐτὸς ἦν Σαμαρείτης.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 17:15-16
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:3
Προσέχετε ἑαυτοῖς. Ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ• καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 17:3
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:17
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 17:17
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:6
Εἶπεν δὲ ὁ κύριος, Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ• καὶ ὑπήκουσεν ἂν ὑμῖν.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 17:6
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33
Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν• καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτὴν ζῳογονήσει αὐτήν.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33
8
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1-2
Εἶπεν δὲ πρὸς τοὺς μαθητάς, Ἀνένδεκτόν ἐστιν τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα• οὐαὶ δὲ δι' οὗ ἔρχεται. Λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1-2
9
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:26-27
Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμός, καὶ ἀπώλεσεν ἅπαντας.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 17:26-27
Acasă
Biblia
Planuri
Videoclipuri