1
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38
Scrivener’s Textus Receptus 1894
δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. τᾧ γὰρ αὐτῷ μέτρῳ ᾧ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.
Compară
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὑτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὑτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:35
πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε, μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ τοῦ ὑψίστου· ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 6:35
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36
γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:37
μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε·
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 6:37
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:27-28
Ἀλλ’ ὑμῖν λέγω τοῖς ἀκούουσιν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 6:27-28
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:31
καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 6:31
8
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:29-30
τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 6:29-30
9
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:43
οὐ γάρ ἐστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν· οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 6:43
10
ΚΑΤΑ ΛΟΥΚΑΝ 6:44
ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσι σταφυλήν.
Explorează ΚΑΤΑ ΛΟΥΚΑΝ 6:44
Acasă
Biblia
Planuri
Videoclipuri