1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:15-16
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Comparar
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:15-16
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:14
Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:14
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:8
μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:8
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:6
μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:6
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44
Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:3
μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:3
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:9
μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:9
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:4
μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:4
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:10
μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:10
10
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:7
μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:7
11
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:11-12
μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:11-12
12
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:5
μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:5
13
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:13
Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:13
14
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48
Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48
15
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:37
ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:37
16
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:38-39
Ἠκούσατε ὅτι ἐρρέθη, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος· Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:38-39
17
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:29-30
εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:29-30
Início
Bíblia
Planos
Vídeos