1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:21
Scrivener’s Textus Receptus 1894
τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
Comparar
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:21
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:23
Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:23
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:20
ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ, λέγων, Ἰωσήφ, υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου. τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου·
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:20
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:18-19
Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.
Explorar ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:18-19
Início
Bíblia
Planos
Vídeos