1
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:34
Text-Critical Greek New Testament
Ὁ δὲ Ἰησοῦς ἔλεγε, Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον κλῆρον.
Compare
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 23:34
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:43
Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 23:43
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42
Καὶ ἔλεγε τῷ Ἰησοῦ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:46
Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε, Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 23:46
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:33
Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 23:33
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:44-45
Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. Καὶ ἐσκοτίσθη ὁ ἥλιος, καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 23:44-45
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 23:47
Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασε τὸν Θεόν, λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 23:47
Home
Bible
Plans
Videos