1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35
Text-Critical Greek New Testament
Εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς, Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ· καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε.
Compare
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35ਪੜਚੋਲ ਕਰੋ
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:63
Τὸ πνεῦμά ἐστι τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:63ਪੜਚੋਲ ਕਰੋ
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:27
Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν, ὁ Θεός.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:27ਪੜਚੋਲ ਕਰੋ
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40
Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40ਪੜਚੋਲ ਕਰੋ
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:29
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:29ਪੜਚੋਲ ਕਰੋ
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:37
Πᾶν ὃ δίδωσί μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει· καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:37ਪੜਚੋਲ ਕਰੋ
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:68
Ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος, Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:68ਪੜਚੋਲ ਕਰੋ
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51
Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51ਪੜਚੋਲ ਕਰੋ
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:44
Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:44ਪੜਚੋਲ ਕਰੋ
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:33
Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:33ਪੜਚੋਲ ਕਰੋ
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:48
Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:48ਪੜਚੋਲ ਕਰੋ
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:11-12
Ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας διέδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ, Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:11-12ਪੜਚੋਲ ਕਰੋ
13
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:19-20
Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον· καὶ ἐφοβήθησαν. Ὁ δὲ λέγει αὐτοῖς, Ἐγώ εἰμι· μὴ φοβεῖσθε.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:19-20ਪੜਚੋਲ ਕਰੋ
Home
ਬਾਈਬਲ
Plans
ਵੀਡੀਓ