1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:37-39
Η Ελληνική Καινή Διαθήκη Σύμφωνα με την Οικογένεια 35
Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· « ‹Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.› Αὕτη ἐστὶν πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία αὕτη, ‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.›
Compare
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:37-39ਪੜਚੋਲ ਕਰੋ
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:40
Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ Νόμος καὶ οἱ Προφῆται κρέμανται.»
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:40ਪੜਚੋਲ ਕਰੋ
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:14
Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.»
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:14ਪੜਚੋਲ ਕਰੋ
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:30
Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς ἄγγελοι τοῦ Θεοῦ ἐν οὐρανῷ εἰσιν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:30ਪੜਚੋਲ ਕਰੋ
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:19-21
Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.» Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. Καὶ λέγει αὐτοῖς, «Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;» Λέγουσιν αὐτῷ, «Καίσαρος.» Τότε λέγει αὐτοῖς, «Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.»
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:19-21ਪੜਚੋਲ ਕਰੋ
Home
ਬਾਈਬਲ
Plans
ਵੀਡੀਓ