1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:5
Η Ελληνική Καινή Διαθήκη Σύμφωνα με την Οικογένεια 35
»Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
Compare
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:5ਪੜਚੋਲ ਕਰੋ
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:4
Μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾿ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μείνητε.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:4ਪੜਚੋਲ ਕਰੋ
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:7
Ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσεσθε, καὶ γενήσεται ὑμῖν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:7ਪੜਚੋਲ ਕਰੋ
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:16
Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα ὅ τι ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου δώῃ ὑμῖν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:16ਪੜਚੋਲ ਕਰੋ
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:13
Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:13ਪੜਚੋਲ ਕਰੋ
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:2
Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸν φέρῃ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:2ਪੜਚੋਲ ਕਰੋ
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:12
Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:12ਪੜਚੋਲ ਕਰੋ
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:8
Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου· ἵνα καρπὸν πολὺν φέρητε· καὶ γενήσεσθε ἐμοὶ μαθηταί.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:8ਪੜਚੋਲ ਕਰੋ
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:1
»Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:1ਪੜਚੋਲ ਕਰੋ
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:6
Ἐὰν μή τις μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω, ὡς τὸ κλῆμα, καὶ ἐξηράνθη· καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν, καὶ καίεται.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:6ਪੜਚੋਲ ਕਰੋ
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:11
Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:11ਪੜਚੋਲ ਕਰੋ
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:10
Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:10ਪੜਚੋਲ ਕਰੋ
13
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:17
Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:17ਪੜਚੋਲ ਕਰੋ
14
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:19
Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:19ਪੜਚੋਲ ਕਰੋ
Home
ਬਾਈਬਲ
Plans
ਵੀਡੀਓ