1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:23
SBL Greek New Testament
ὁ δὲ ἐπὶ τὴν ⸂καλὴν γῆν⸃ σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ⸀συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα.
तुलना करा
एक्सप्लोर करा ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:23
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:22
ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος ⸀τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
एक्सप्लोर करा ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:22
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:19
παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.
एक्सप्लोर करा ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:19
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:20-21
ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν, οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται.
एक्सप्लोर करा ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:20-21
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:44
⸀Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ ⸂πωλεῖ πάντα ὅσα ἔχει⸃ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
एक्सप्लोर करा ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:44
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:8
ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα.
एक्सप्लोर करा ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:8
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:30
ἄφετε συναυξάνεσθαι ἀμφότερα ⸀μέχρι τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον ⸀συναγάγετε εἰς τὴν ἀποθήκην μου.
एक्सप्लोर करा ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:30
मुख्य
बायबल
योजना
व्हिडिओ