ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:10-11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:10-11 TCGNT
Ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικός, εἶπεν αὐτῇ, Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν; Ἡ δὲ εἶπεν, Οὐδείς, Κύριε. Εἶπε δὲ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.