1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35
Text-Critical Greek New Testament
Εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς, Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ· καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε.
Compare
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:63
Τὸ πνεῦμά ἐστι τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:63
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:27
Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν, ὁ Θεός.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:27
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40
Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:29
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:29
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:37
Πᾶν ὃ δίδωσί μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει· καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:37
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:68
Ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος, Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:68
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51
Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:44
Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:44
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:33
Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:33
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:48
Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:48
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:11-12
Ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας διέδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ, Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:11-12
13
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:19-20
Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον· καὶ ἐφοβήθησαν. Ὁ δὲ λέγει αὐτοῖς, Ἐγώ εἰμι· μὴ φοβεῖσθε.
Explore ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:19-20
ಮುಖಪುಟ
ಬೈಬಲ್
ಯೋಜನೆಗಳು
ವೀಡಿಯೊಗಳು