1
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:15
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
ತಾಳೆಮಾಡಿ
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:15 ಅನ್ವೇಷಿಸಿ
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:14
τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι.
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:14 ಅನ್ವೇಷಿಸಿ
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:13
οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:13 ಅನ್ವೇಷಿಸಿ
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:25
εἶπε δὲ αὐτοῖς· ποῦ ἐστιν ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:25 ಅನ್ವೇಷಿಸಿ
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:12
οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:12 ಅನ್ವೇಷಿಸಿ
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:17
οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ.
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:17 ಅನ್ವೇಷಿಸಿ
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47-48
ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47-48 ಅನ್ವೇಷಿಸಿ
8
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:24
προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα! ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:24 ಅನ್ವೇಷಿಸಿ
ಮುಖಪುಟ
ಬೈಬಲ್
ಯೋಜನೆಗಳು
ವೀಡಿಯೊಗಳು