1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:5
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
ತಾಳೆಮಾಡಿ
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:5 ಅನ್ವೇಷಿಸಿ
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:4
μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:4 ಅನ್ವೇಷಿಸಿ
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:7
ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται ὑμῖν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:7 ಅನ್ವೇಷಿಸಿ
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:16
οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:16 ಅನ್ವೇಷಿಸಿ
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:13
μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:13 ಅನ್ವೇಷಿಸಿ
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:2
πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸν φέρῃ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:2 ಅನ್ವೇಷಿಸಿ
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:12
αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:12 ಅನ್ವೇಷಿಸಿ
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:8
ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε, καὶ γενήσεσθε ἐμοὶ μαθηταί.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:8 ಅನ್ವೇಷಿಸಿ
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:1
Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:1 ಅನ್ವೇಷಿಸಿ
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:6
ἐὰν μή τις μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:6 ಅನ್ವೇಷಿಸಿ
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:11
Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:11 ಅನ್ವೇಷಿಸಿ
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:10
ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:10 ಅನ್ವೇಷಿಸಿ
13
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:17
ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:17 ಅನ್ವೇಷಿಸಿ
14
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:19
εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:19 ಅನ್ವೇಷಿಸಿ
ಮುಖಪುಟ
ಬೈಬಲ್
ಯೋಜನೆಗಳು
ವೀಡಿಯೊಗಳು