1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:34-35
Scrivener’s Textus Receptus 1894
ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
ತಾಳೆಮಾಡಿ
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:34-35 ಅನ್ವೇಷಿಸಿ
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:14-15
εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:14-15 ಅನ್ವೇಷಿಸಿ
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:7
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:7 ಅನ್ವೇಷಿಸಿ
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:16
ἀμὴν ἀμὴν λέγω ὑμῖν, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:16 ಅನ್ವೇಷಿಸಿ
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:17
εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:17 ಅನ್ವೇಷಿಸಿ
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:4-5
ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:4-5 ಅನ್ವೇಷಿಸಿ
ಮುಖಪುಟ
ಬೈಬಲ್
ಯೋಜನೆಗಳು
ವೀಡಿಯೊಗಳು