1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:15-16
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
比較
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:15-16で検索
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:14
Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:14で検索
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:8
μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:8で検索
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:6
μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:6で検索
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44
Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44で検索
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:3
μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:3で検索
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:9
μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:9で検索
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:4
μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:4で検索
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:10
μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:10で検索
10
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:7
μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:7で検索
11
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:11-12
μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:11-12で検索
12
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:5
μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:5で検索
13
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:13
Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:13で検索
14
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48
Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48で検索
15
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:37
ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:37で検索
16
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:38-39
Ἠκούσατε ὅτι ἐρρέθη, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος· Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:38-39で検索
17
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:29-30
εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:29-30で検索
ホーム
聖書
読書プラン
ビデオ