1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:24
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.
比較
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:24で検索
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:18
κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:18で検索
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19
καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:19で検索
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:25
ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:25で検索
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:26
τί γὰρ ὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:26で検索
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:15-16
λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:15-16で検索
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:17
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 16:17で検索
ホーム
聖書
読書プラン
ビデオ