1
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:19
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
比較
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:19で検索
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4
καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ πρός σε λέγων, μετανοῶ, ἀφήσεις αὐτῷ.
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:4で検索
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:15-16
εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης.
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:15-16で検索
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:3
προσέχετε ἑαυτοῖς. ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ·
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:3で検索
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:17
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:17で検索
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:6
εἶπε δὲ ὁ Κύριος· εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ, καὶ ὑπήκουσεν ἂν ὑμῖν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:6で検索
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33
ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν, καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτήν, ζωογονήσει αὐτήν.
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33で検索
8
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1-2
Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι᾽ οὗ ἔρχεται. λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1-2で検索
9
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:26-27
καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας.
ΚΑΤΑ ΛΟΥΚΑΝ 17:26-27で検索
ホーム
聖書
読書プラン
ビデオ