1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:26
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ.
比較
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:26で検索
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:25
ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:25で検索
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:24
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:24で検索
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:46
ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:46で検索
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:47
καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:47で検索
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3
ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3で検索
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:13
ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἔκραζον· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:13で検索
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:23
ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:23で検索
ホーム
聖書
読書プラン
ビデオ