1
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:10
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν.
比較
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:10で検索
2
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:11
ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:11で検索
3
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27
τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27で検索
4
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28
κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28で検索
5
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:9
ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:9で検索
6
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14
ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:14で検索
7
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29-30
ὁ πατήρ μου, ὃς δέδωκέ μοι, μείζων πάντων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου. ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29-30で検索
8
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:15
καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:15で検索
9
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:18
οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:18で検索
10
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7
Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7で検索
11
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12
ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:12で検索
12
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:1
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής·
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:1で検索
ホーム
聖書
読書プラン
ビデオ