1
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:38
Πατριαρχικό Κείμενο (Έκδοση Αντωνιάδη, 1904)
Πέτρος δὲ ἔφη πρὸς αὐτούς· μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.
比較
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:38で検索
2
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:42
ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:42で検索
3
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:4
καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:4で検索
4
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:2-4
καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:2-4で検索
5
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:46-47
καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν τῇ ἐκκλησίᾳ.
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:46-47で検索
6
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:17
καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται·
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:17で検索
7
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:44-45
πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά, καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσι καθότι ἄν τις χρείαν εἶχε·
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:44-45で検索
8
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:21
καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:21で検索
9
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:20
ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:20で検索
ホーム
聖書
読書プラン
ビデオ