1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:16
Η Ελληνική Καινή Διαθήκη Σύμφωνα με την Οικογένεια 35
»Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
Konpare
Eksplore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:16
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:39
Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
Eksplore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:39
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:28
Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεέννῃ.
Eksplore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:28
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:38
καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστιν μου ἄξιος.
Eksplore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:38
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:32-33
»Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
Eksplore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:32-33
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:8
Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Eksplore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:8
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:31
Μὴ οὖν φοβηθῆτε· πολλῶ στρουθίων διαφέρετε ὑμεῖς.
Eksplore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:31
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:34
»Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν.
Eksplore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:34
Akèy
Bib
Plan yo
Videyo