1
ΚΑΤΑ ΛΟΥΚΑΝ 15:20
Scrivener’s Textus Receptus 1894
καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν.
Vertaa
Tutki ΚΑΤΑ ΛΟΥΚΑΝ 15:20
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 15:24
ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησε· καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
Tutki ΚΑΤΑ ΛΟΥΚΑΝ 15:24
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 15:7
λέγω ὑμῖν ὅτι οὕτω χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐννενήκονταεννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.
Tutki ΚΑΤΑ ΛΟΥΚΑΝ 15:7
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 15:18
ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν, καὶ ἐνώπιόν σου·
Tutki ΚΑΤΑ ΛΟΥΚΑΝ 15:18
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 15:21
εἶπε δὲ αὐτῷ ὁ υἱὸς, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
Tutki ΚΑΤΑ ΛΟΥΚΑΝ 15:21
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 15:4
Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐννενηκονταεννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὕρῃ αὐτό
Tutki ΚΑΤΑ ΛΟΥΚΑΝ 15:4
Koti
Raamattu
Suunnitelmat
Videot