YouVersioni logo
Search Icon

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 8

8
1Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.
Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες #8:1 δε ¦ τε TRδὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ #8:1 σαμαρειας ¦ σαμαριας WHΣαμαρείας, πλὴν τῶν ἀποστόλων. 2Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, καὶ #8:2 εποιησαντο ¦ εποιησαν ANT CTἐποιήσαντο κοπετὸν μέγαν ἐπ᾽ αὐτῷ. 3Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
4Οἱ μὲν οὖν διασπαρέντες διῆλθον, εὐαγγελιζόμενοι τὸν λόγον. 5Φίλιππος δὲ κατελθὼν εἰς #8:5 πολιν ¦ την πολιν ECM* NA SBL WHπόλιν τῆς #8:5 σαμαρειας ¦ σαμαριας WHΣαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. 6Προσεῖχόν #8:6 τε ¦ δε ANT CT PCKτε οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδόν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. 7#8:7 πολλων ¦ πολλοι CTΠολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα #8:7 φωνη μεγαλη ¦ μεγαλη φωνη TRφωνῇ μεγάλῃ #8:7 εξηρχετο ¦ εξηρχοντο CTἐξήρχετο· πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. 8#8:8 και εγενετο ¦ εγενετο δε CTΚαὶ ἐγένετο #8:8 χαρα μεγαλη ¦ πολλη χαρα CTχαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.
9Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ #8:9 εξιστων ¦ εξιστανων CTἐξιστῶν τὸ ἔθνος τῆς #8:9 σαμαρειας ¦ σαμαριας WHΣαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν· 10#8:10 προσειχον ¦ προσειχον παντες ANT CT TRπροσεῖχον ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες, Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ #8:10 μεγαλη 90.4% ¦ καλουμενη μεγαλη CT 6.6%μεγάλη. 11Προσεῖχον δὲ αὐτῷ, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς #8:11 μαγειαις ¦ μαγιαις WHμαγείαις ἐξεστακέναι αὐτούς. 12Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ #8:12 τα ¦ --- ECM* NA SBL TH WHτὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος #8:12 ιησου ¦ του ιησου TRἸησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. 13Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ· θεωρῶν τε #8:13 δυναμεις και σημεια γινομενα ¦ σημεια και δυναμεις μεγαλας γινομενας CT STδυνάμεις καὶ σημεῖα γινόμενα, ἐξίστατο.
14Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ #8:14 σαμαρεια ¦ σαμαρια WHΣαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς #8:14 τον ¦ --- CTτὸν Πέτρον καὶ #8:14 ιωαννην ¦ ιωανην WHἸωάννην· 15οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦμα Ἅγιον· 16#8:16 ουπω ¦ ουδεπω CTοὔπω γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ #8:16 χριστου ¦ κυριου ANT CT TRΧριστοῦ Ἰησοῦ. 17Τότε #8:17 επετιθουν ¦ επετιθεσαν CTἐπετίθουν τὰς χεῖρας ἐπ᾽ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον. 18#8:18 θεασαμενος ¦ ιδων ANT CTΘεασάμενος δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα #8:18 το αγιον 98.9% ¦ --- ECM NA SBL WH 0.4%τὸ Ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, 19λέγων, Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ #8:19 εαν ¦ αν PCK STἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον. 20Πέτρος δὲ εἶπε πρὸς αὐτόν, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. 21Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα #8:21 ενωπιον ¦ εναντιον ECM* PCK ¦ εναντι ECM* NA SBL TH WHἐνώπιον τοῦ Θεοῦ. 22Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ #8:22 θεου ¦ κυριου CTΘεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. 23Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. 24Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε, Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν #8:24 κυριον ¦ θεον ANTΚύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε.
25Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, #8:25 υπεστρεψαν ¦ υπεστρεφον CTὑπέστρεψαν εἰς #8:25 ιερουσαλημ ¦ ιεροσολυμα CTἹερουσαλήμ, πολλάς τε κώμας τῶν #8:25 σαμαρειτων ¦ σαμαριτων ECM NA SBLΣαμαρειτῶν #8:25 ευηγγελισαντο ¦ ευηγγελιζοντο CTεὐηγγελίσαντο.
26Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων, Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. 27Καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδού, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης #8:27 της ¦ --- CTτῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ, 28ἦν #8:28 τε ¦ δε WHτε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, #8:28 και ¦ --- SCRκαὶ ἀνεγίνωσκε τὸν προφήτην Ἠσαΐαν. 29Εἶπε δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ, Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. 30Προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος #8:30 τον προφητην ησαιαν ¦ ησαιαν τον προφητην CTτὸν προφήτην Ἠσαΐαν, καὶ εἶπεν, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; 31Ὁ δὲ εἶπε, Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις #8:31 οδηγηση ¦ οδηγησει NA SBL TH WHὁδηγήσῃ με; Παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. 32Ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη,
Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,
καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ #8:32 κειροντος ¦ κειραντος ECM* HF NA SBL THκείροντος αὐτὸν ἄφωνος,
οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
33Ἐν τῇ ταπεινώσει #8:33 αυτου ¦ --- ECM* SBL TH WHαὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη,
τὴν #8:33 δε ¦ --- ECM* NA SBL TH WHδὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;
Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
34Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε, Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; Περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; 35Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. 36Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος, Ἰδού, ὕδωρ· τί κωλύει με #8:36 βαπτισθηναι 86.5% ¦ βαπτισθηναι 37 ειπε δε ο φιλιππος ει πιστευεις εξ ολης της καρδιας εξεστιν αποκριθεις δε ειπε πιστευω τον υιον του θεου ειναι τον ιησουν χριστον ANT TR 0.2% ¦ ειπε δε αυτω ει πιστευεις εξ ολης της καρδιας σου εξεστιν αποκριθεις δε ειπε πιστευω τον υιον του θεου ειναι ιησουν χριστον ECM 6.2% [Note: ECM encloses verse 37 with double brackets.]βαπτισθῆναι; 38Καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν. 39Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον· καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. 40Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον· καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς #8:40 καισαρειαν ¦ καισαριαν WHΚαισάρειαν.

Tõsta esile

Share

Kopeeri

None

Want to have your highlights saved across all your devices? Sign up or sign in