ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 6
6
1Ἐν δὲ ταῖς ἡμέραις ταύταις, πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, #6:2 ειπον ¦ ειπαν CTεἶπον, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς, καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. 3Ἐπισκέψασθε #6:3 ουν ¦ δε ECM NA SBL WHοὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος #6:3 αγιου ¦ --- CTἉγίου καὶ σοφίας, οὓς #6:3 καταστησωμεν ¦ καταστησομεν ANT BYZ CT PCK TRκαταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης. 4Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου #6:4 προσκαρτερησομεν ¦ προσκαρτερησωμεν ECM*προσκαρτερήσομεν. 5Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα #6:5 πληρης ¦ πληρη ANT BYZ PCK TR WHπλήρης πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων· καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
7Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
8Στέφανος δὲ πλήρης #6:8 πιστεως 78.4% ¦ χαριτος CT 19.8%πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. 9Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, #6:9 συζητουντες ¦ συνζητουντες TH WHσυζητοῦντες τῷ Στεφάνῳ. 10Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. 11Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς #6:11 μωσην ¦ μωυσην ANT CTΜωσῆν καὶ τὸν Θεόν. 12#6:12 συνεκινησαν ¦ συνεκεινησαν THΣυνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτόν, καὶ ἤγαγον εἰς τὸ συνέδριον, 13ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται #6:13 ρηματα βλασφημα λαλων ¦ λαλων ρηματα CTῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ #6:13 αγιου ¦ αγιου τουτου ECM* NA TR WHἁγίου καὶ τοῦ νόμου· 14ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν #6:14 μωσης ¦ μωυσης ANT CT TRΜωσῆς. 15Καὶ ἀτενίσαντες εἰς αὐτὸν #6:15 απαντες ¦ παντες CTἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, #6:15 ειδον ¦ ειδαν WHεἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
Currently Selected:
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 6: TCGNT
Tõsta esile
Share
Kopeeri

Want to have your highlights saved across all your devices? Sign up or sign in
Public Domain