1
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:20
SBL Greek New Testament
ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, ⸀καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ’ αὐτοῦ καὶ αὐτὸς μετ’ ἐμοῦ.
Compare
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:20
2
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:15-16
Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός. οὕτως, ὅτι χλιαρὸς εἶ καὶ ⸀οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:15-16
3
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:19
ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ⸀ζήλευε οὖν καὶ μετανόησον.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:19
4
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:8
Οἶδά σου τὰ ἔργα— ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν— ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:8
5
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:21
ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:21
6
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:17
ὅτι λέγεις ⸀ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ ⸀οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος ⸀καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:17
7
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:10
ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:10
8
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:11
ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:11
9
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:2
γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ⸂ἔμελλον ἀποθανεῖν⸃, οὐ γὰρ εὕρηκά σου ⸀τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου·
Explore ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3:2
Home
Bible
Plans
Videos