1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:7
SBL Greek New Testament
Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
Σύγκριση
Διαβάστε ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:7
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:8
πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ⸀ἀνοιγήσεται.
Διαβάστε ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:8
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:24
Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ⸀ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν ⸂αὐτοῦ τὴν οἰκίαν⸃ ἐπὶ τὴν πέτραν.
Διαβάστε ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:24
4
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:12
Πάντα οὖν ὅσα ⸀ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
Διαβάστε ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:12
5
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:14
⸀ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
Διαβάστε ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:14
6
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:13
Εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ⸂ἡ πύλη⸃ καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς·
Διαβάστε ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:13
7
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:11
εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν.
Διαβάστε ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:11
8
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:1-2
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν.
Διαβάστε ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:1-2
9
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:26
καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν ⸂αὐτοῦ τὴν οἰκίαν⸃ ἐπὶ τὴν ἄμμον.
Διαβάστε ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:26
10
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:3-4
τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκβάλω τὸ κάρφος ⸀ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ
Διαβάστε ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:3-4
11
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:15-16
⸀Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες. ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν ⸀σταφυλὰς ἢ ἀπὸ τριβόλων σῦκα
Διαβάστε ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:15-16
12
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:17
οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ·
Διαβάστε ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:17
13
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:18
οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ⸀ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.
Διαβάστε ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:18
14
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:19
πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Διαβάστε ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:19
Αρχική
Αγία Γραφή
Σχέδια
Βίντεο