1
ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26
SBL Greek New Testament
Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ⸀ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι ⸀τε καὶ τὴν ⸂ψυχὴν ἑαυτοῦ⸃, οὐ δύναται ⸂εἶναί μου μαθητής⸃.
Vergleichen
Studiere ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 14:27
⸀ὅστις οὐ βαστάζει τὸν σταυρὸν ⸀ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
Studiere ΚΑΤΑ ΛΟΥΚΑΝ 14:27
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 14:11
ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Studiere ΚΑΤΑ ΛΟΥΚΑΝ 14:11
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 14:33
οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται ⸂εἶναί μου⸃ μαθητής.
Studiere ΚΑΤΑ ΛΟΥΚΑΝ 14:33
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 14:28-30
τίς γὰρ ἐξ ⸀ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ⸀ἔχει εἰς ἀπαρτισμόν; ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται ⸂αὐτῷ ἐμπαίζειν⸃ λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
Studiere ΚΑΤΑ ΛΟΥΚΑΝ 14:28-30
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 14:13-14
ἀλλ’ ὅταν ⸂δοχὴν ποιῇς⸃, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
Studiere ΚΑΤΑ ΛΟΥΚΑΝ 14:13-14
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 14:34-35
Καλὸν ⸀οὖν τὸ ἅλας· ἐὰν δὲ ⸀καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Studiere ΚΑΤΑ ΛΟΥΚΑΝ 14:34-35
Hauptbildschirm
Bibel
Lesepläne
Videos