ΚΑΤΑ ΜΑΡΚΟΝ 12:43-44
ΚΑΤΑ ΜΑΡΚΟΝ 12:43-44 BYZ18
Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, λέγει αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων βέβληκεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον• πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον• αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.