ΚΑΤΑ ΛΟΥΚΑΝ 21:25-26
ΚΑΤΑ ΛΟΥΚΑΝ 21:25-26 BYZ18
Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ, ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ• αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.