ΚΑΤΑ ΜΑΡΚΟΝ 12:29-31
ΚΑΤΑ ΜΑΡΚΟΝ 12:29-31 F35
Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι «Πρώτη πασῶν τῶν ἐντολῶν· ‹Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ὑμῶν, Κύριος εἷς ἐστιν· καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.› Αὕτη πρώτη ἐντολή. Καὶ δευτέρα ὁμοία αὕτη· ‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.› Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.»