ΚΑΤΑ ΛΟΥΚΑΝ 3:21-22
ΚΑΤΑ ΛΟΥΚΑΝ 3:21-22 F35
Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν, καὶ Ἰησοῦ, βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανὸν καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ᾿ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν, «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός· ἐν σοὶ εὐδόκησα.»