YouVersion Logo
Search Icon

ΚΑΤΑ ΛΟΥΚΑΝ 14

14
Jesus heals a man with dropsy
1Καὶ ἐγένετο, ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν#των f35 A,D,N,W [99%] CP,HF,RP,TR,OC[NU] ¦ --- 𝕻45,75ℵB [1%] Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. 2Καὶ ἰδού, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. 3Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων, «Εἰ#ει f35 𝕻45A,N,W [97%] CP,HF,RP,TR,OC ¦ --- 𝕻75ℵB,D [3%] NU ἔξεστιν τῷ σαββάτῳ θεραπεύειν;»#θεραπευειν f35 A,N,W [97.5%] CP,HF,RP,TR,OC ¦ θεραπευσαι 𝕻45 ¦ 1 η ου [1%] ¦ θεραπευσαι η ου 𝕻75ℵB,D [1.5%] NU 4Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. 5Καὶ ἀποκριθεὶς#αποκριθεις f35 (ℵ)A,N(W) [80%] CP,HF,RP,TR,OC ¦ --- 𝕻45,75B,D [20%] NU πρὸς αὐτοὺς εἶπεν,#προς αυτους ειπεν rell ¦ ∼ 312 A,D,W [13%] «Τίνος ὑμῶν, υἱὸς#υιος f35 𝕻45,75B,N,W [72.5%] HF,RP,OC,NU ¦ ο 1 A [1.5%] ¦ ονος ℵ [26%] CP,TR ¦ προβατον D ἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται,#εμπεσειται f35 (D,N) [90%] CP,HF,RP,TR,OC ¦ πεσειται 𝕻45,75ℵA,B,W [10%] NU καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ#τη f35 A(D)N,W [99%] CP,HF,RP,TR,OC ¦ --- 𝕻45,75ℵB [1%] NU ἡμέρᾳ τοῦ σαββάτου;» 6Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ#αυτω f35 A,N,W [98.5%] CP,HF,RP,TR,OC ¦ --- 𝕻45,75ℵB,D [1%] NU ¦ two other variants πρὸς ταῦτα.
A lesson about humility
7Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· 8«Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς#κατακλιθης rell ¦ κατακληθης [15%] ¦ κατακλιθεις [3%] ¦ κατακληθεις [5.5%] ¦ κατακλινου 𝕻45 ¦ one other variant εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾿ αὐτοῦ, 9καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ, ‹Σύ,#συ f35 [20%] ¦ σοι 𝕻45,75ℵA,B,D,N,W [80%] CP,HF,RP,TR,OC,NU δὸς τούτῳ τόπον›· καὶ τότε ἄρξῃ, μετ᾿#μετ f35 𝕻45 [70%] CP,HF,RP,TR,OC ¦ μετα 𝕻75ℵA,B,D,N,W [30%] NU αἰσχύνης, τὸν ἔσχατον τόπον κατέχειν. 10Ἀλλ᾿ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε#αναπεσε f35 𝕻45v,75ℵA,B,N,W [80%] CP,HF,RP,OC,NU ¦ ανεπεσε [1%] ¦ αναπεσον [4%] TR ¦ αναπεσαι [15%] ¦ αναπειπτε D εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε, εἴπῃ#ειπη f35 A,D,W [99%] CP,HF,RP,TR,OC ¦ ερει 𝕻75ℵB,N [1%] NU σοι, ‹Φίλε, προσανάβηθι ἀνώτερον.› Τότε ἔσται σοι δόξα ἐνώπιον#ενωπιον f35 D,W [95%] CP,HF,RP,TR,OC ¦ 1 παντων 𝕻75ℵA,B,N [5%] NU τῶν συνανακειμένων σοι. 11Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.»
12Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· «Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσιν,#σε αντικαλεσωσιν f35 A,W [98%] CP,HF,RP,TR,OC ¦ ∼ 21 𝕻75ℵB,D [2%] NU ¦ αντικαλεσουσεν N καὶ γένηταί#γενηται rell ¦ γενησεται [16%] OC ¦ one other variant σοι ἀνταπόδομα.#σοι ανταποδομα f35 A,N,W [99%] CP,HF,RP,TR,OC ¦ ∼ 21 𝕻75ℵB,D [1%] NU 13Ἀλλ᾿ ὅταν ποιῇς δοχήν,#ποιης δοχην f35 A,D,N,W [84%] CP,HF,RP,TR,OC ¦ ∼ 21 B,NU ¦ ∼ 2 ποιησης 𝕻75ℵ ¦ ποιεις 2 [16%] κάλει πτωχούς, ἀναπήρους,#αναπηρους f35 [90%] CP,HF,RP,TR,OC ¦ αναπειρους 𝕻75A,B,D,W [10%] NU ¦ αναπιρους ℵN χωλούς, τυφλούς· 14καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι—ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.»
An unusual banquet
15Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ, «Μακάριος ὃς#ος f35 A,D,N,W [96.5%] CP,HF,RP,TR,OC ¦ οστις 𝕻75B [3.5%] NU ¦ omit whole line ℵ φάγεται ἄριστον#αριστον f35 A,W [80%] CP,HF,RP,OC ¦ αρτον 𝕻75B,D,N [20%] TR,NU ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.» 16Ὁ δὲ εἶπεν αὐτῷ· «Ἄνθρωπός τις ἐποίησεν#εποιησεν f35 A,D,N,W [99.5%] CP,HF,RP,TR,OC ¦ εποιει 𝕻75ℵB [0.5%] NU δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς· 17καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, ‹Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν πάντα.›#παντα f35 A(D)N,W (99.5%) CP,HF,RP,TR,OC ¦ --- 𝕻45(75)(ℵ)B (0.5%) NU 18Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες.#παραιτεισθαι παντες f35 A,N,W [99%] CP,HF,RP,TR,OC ¦ ∼ 21 𝕻75ℵB,D [1%] NU Ὁ πρῶτος εἶπεν αὐτῷ· ‹Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ#εξελθειν και f35 A,N,W [99%] CP,HF,RP,TR,OC ¦ εξελθων 𝕻75ℵB,D [0.5%] NU ¦ three other variants ἰδεῖν αὐτόν. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον.› 19Καὶ ἕτερος εἶπεν· ‹Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον.› 20Καὶ ἕτερος εἶπεν, ‹Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.› 21Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος#εκεινος f35 N [89%] CP,HF,RP,TR,OC ¦ --- 𝕻45,75ℵA,B,D,W [11%] NU ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, ‹Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους#αναπηρους f35 N [97%] CP,HF,RP,TR,OC ¦ αναπειρους 𝕻75ℵA,B,D,W [3%] NU καὶ τυφλοὺς καὶ χωλοὺς#τυφλους και χωλους f35 𝕻45,75ℵB,D,W [42%] CP,NU ¦ ∼ 321 N [57%] HF,RP,TR,OC ¦ 1 A [1%] εἰσάγαγε ὧδε.› 22Καὶ εἶπεν ὁ δοῦλος, ‹Κύριε, γέγονεν ὡς#ως f35 A,N,W [98%] CP,HF,RP,TR,OC ¦ ο 𝕻45v,75ℵB,D [1%] NU ¦ two other variants [1%] ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.› 23Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ‹Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου.#ο οικος μου f35 𝕻45W [95%] CP,HF,RP,TR,OC ¦ ∼ 312 𝕻75ℵA,B,D,N [5%] NU 24Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.› »#δειπνου f35 𝕻45,75ℵA,B,D,N,W [55%] CP,HF,TR,OC,NU ¦ 1 πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι [45%] RP
Jesus ministers (mainly) in Perea
Jesus defines discipleship
25Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· 26«Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ#αυτου f35 𝕻45ℵA,D,N,W [96%] CP,HF,RP ¦ εαυτου 𝕻75B [4%] TR,OC,NU καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲ#δε f35 𝕻45ℵA,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ τε B [1%] NU ¦ --- 𝕻75 καὶ τὴν ἑαυτοῦ ψυχήν,#εαυτου ψυχην f35 𝕻45A,D,N,W [99.7%] CP,HF,RP,TR,OC ¦ ∼ 21 𝕻75ℵB,NU οὐ δύναταί μου εἶναι μαθητής.#μου ειναι μαθητης f35 𝕻45,75N [36%] CP ¦ ∼ 132 A,D,W [60%] HF,RP,TR,OC ¦ ∼ 213 ℵB [4%] NU ¦ one other variant 27Καὶ ὅστις#και οστις f35 A(D)N,W [99%] CP,HF,RP,TR,OC ¦ 2 𝕻45,75ℵ [0.5%] NU ¦ 2 ουν B ¦ two other variants οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ,#αυτου f35 𝕻45,75ℵD [92%] CP,HF,RP,TR ¦ εαυτου A,B,N,W [8%] OC,NU καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου#ειναι μου f35 𝕻75ℵB,N,W [75%] CP,HF,RP,OC,NU ¦ ∼ 21 𝕻45A(D) [25%] TR μαθητής.
28»Τίς γὰρ ἐξ ὑμῶν, ὁ θέλων#ο θελων f35 𝕻45W [70%] CP,HF,RP ¦ 2 ℵA,B,D,N [30%] TR,OC,NU ¦ θελει 𝕻75 πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ#τα f35 ℵA,N [98.5%] CP,HF,RP,TR,OC ¦ --- 𝕻45,75B,D,W [1.5%] NU πρὸς#προς f35 [45%] CP,TR,OC ¦ εις 𝕻45,75ℵA,B,D,N,W [55%] HF,RP,NU ἀπαρτισμόν; 29Ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος#ισχυοντος rell ¦ ισχυσαντος [8%] OC ¦ three other spellings ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται#αρξωνται rell ¦ αρξονται N [18%] ἐμπαίζειν αὐτῷ,#εμπαιζειν αυτω f35 𝕻45v [86%] CP,HF,RP,TR ¦ ∼ 21 𝕻75ℵA,B,N,W [13%] OC,NU ¦ --- (D) ¦ two other variants [1%] 30λέγοντες ὅτι ‹Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.›
31»Ἢ τίς βασιλεύς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ#συμβαλειν ετερω βασιλει f35 W [98%] CP,HF,RP,TR,OC ¦ ∼ 231 𝕻75(ℵ)A,B,D,N [2%] NU ¦ two other variants εἰς πόλεμον, οὐχὶ καθίσας πρῶτον#καθισας πρωτον rell ¦ ∼ 21 [1%] OC βουλεύεται#βουλευεται f35 A,D,N,W [99%] CP,HF,RP,TR,OC ¦ βουλευσεται 𝕻75ℵB [1%] NU εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι#απαντησαι f35 N,W [97%] CP,HF,RP,TR,OC ¦ υπαντησαι 𝕻45,75ℵA,B(D) [3%] NU τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾿ αὐτόν; 32Εἰ δὲ μή γε, ἔτι πόρρω αὐτοῦ#πορρω αυτου f35 A [95%] CP,HF,RP,OC ¦ ∼ 21 𝕻75ℵB,D,N,W [5%] TR,NU ὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.
33»Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται μου εἶναι#μου ειναι f35 A(D)N,W [99%] CP,HF,RP,TR ¦ ∼ 21 𝕻75ℵB [1%] OC,NU μαθητής. 34Καλὸν#καλον f35 A,D,N,W [98%] CP,HF,RP,TR,OC ¦ 1 ουν 𝕻75ℵB [2%] NU τὸ ἅλας· ἐὰν δὲ#δε f35 𝕻75A,W [98.5%] CP,HF,RP,TR ¦ 1 και ℵB,D,N [1.5%] OC,NU τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35Οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.»

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in