ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 10:12-13
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 10:12-13 GRCBRENT
Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ Θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλʼ ἢ φοβεῖσθαι Κύριον τὸν Θεόν σου, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ἀγαπᾷν αὐτόν, καὶ λατρεύειν Κυρίῳ τῷ Θεῷ σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, φυλάσσεσθαι τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι ἠ·