1
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20
Byzantine Textform 2018
Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Διὰ τὴν ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται• καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
Compare
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20
2
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:5
Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς• καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα• αὐτοῦ ἀκούετε.
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:5
3
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:17-18
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ' ὑμῶν; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ' αὐτοῦ τὸ δαιμόνιον, καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
Explore ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:17-18
Home
Bible
Plans
Videos