1
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:15
Byzantine Textform 2018
Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσιν, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
Compare
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 8:15
2
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:14
Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 8:14
3
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:13
Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσιν, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 8:13
4
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:25
Εἶπεν δὲ αὐτοῖς, Ποῦ ἐστιν ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 8:25
5
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:12
Οἱ δὲ παρὰ τὴν ὁδὸν εἰσὶν οἱ ἀκούοντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 8:12
6
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:17
Οὐ γάρ ἐστιν κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται• οὐδὲ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 8:17
7
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47-48
Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν, καὶ προσπεσοῦσα αὐτῷ, δι' ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ, Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέν σε• πορεύου εἰς εἰρήνην.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47-48
8
ΚΑΤΑ ΛΟΥΚΑΝ 8:24
Προσελθόντες δὲ διήγειραν αὐτόν, λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Ὁ δὲ ἐγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος• καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
Explore ΚΑΤΑ ΛΟΥΚΑΝ 8:24
Home
Bible
Plans
Videos